Ancient Greek · ~1 min
Section 7
Aristotle, Ἀνέμων θέσεις καὶ προσηγορίαι 7
Not analysed yet
Ὀρθόνοτος. Τοῦτον οἱ μὲν Εὖρον, οἱ δὲ Ἀμνέα προσαγορεύουσιν. Νότος δὲ ὁμοίως παρὰ πᾶσι καλεῖται· τὸ δὲ ὄνομα διὰ τὸ νοσώδη εἶναι· ἔξω δὲ κάτομβρον, κατʼ ἀμφότερα δὲ νότον. Λευκόνοτος ὁμοίως· τὸ δὲ ὄνομα ἀπὸ τοῦ συμβαίνοντος· λευκαίνεται γὰρ. . . .