Ancient Greek · ~1 min
ΠΕΡΙ ΞΕΝΟΦΑΝΟΥΣ, Chapter 1
Aristotle, Περὶ Ξενοφάνους, περὶ Ζήνωνος, περὶ Γοργίου 1.1
Not analysed yet
Ἀιδιον εἶναι φησιν εἴ τί ἐστιν, εἴπερ μὴ ἐνδέχεται γενέσθαι μηδὲν ἐκ μηδενός. Εἴτε γὰρ ἅπαντα γέγονεν εἴτε μὴ πάντα ἀΐδιʼ ἀμφοτέρως. Ἐξ οὐδενὸς γὰρ αὐτῶν ἂν γινόμενα. Ἀπάντων τε γὰρ γινομένων οὐδὲν προϋπάρχειν· εἴτ' ὄντων τινῶν ἀεὶ ἕτερα προσγίνοιτο, πλέον ἂν καὶ μεῖζον τὸ· ἓν γεγονέναι.