Ancient Greek · ~2 min
ΠΕΡΙ ΞΕΝΟΦΑΝΟΥΣ, Chapter 1
Aristotle, Περὶ Ξενοφάνους, περὶ Ζήνωνος, περὶ Γοργίου 1.2
Not analysed yet
Ὦι δὴ πλέον καὶ μεῖζον, τοῦτο γενέσθαι ἂν ἐξ οὐδενός· τῷ γὰρ ἐλάττονι τὸ πλέον, ἢ δ’ ἐν τῷ μικροτέρῳ τὸ μεῖζον οὐχ ὑπάρχειν. Αΐδιον δὲ ὂν ἄπειρον εἶναι, ὅτι οὐκ ἔχει ἀρχὴν ὅθεν ἐγένετο, οὐδὲ τελευτὴν εἰς ὃ γινόμενον ἐτελεύτησέ ποτε· πᾶν δὲ καὶ ἄπειρον ὂν εἶναι. Εἰ γὰρ πλέον ἢ δύο εἴη, πέρατʼ ἂν εἶναι ταῦτα πρὸς ἄλληλα.