Ancient Greek · ~2 min
ΠΕΡΙ ΞΕΝΟΦΑΝΟΥΣ, Chapter 2
Aristotle, Περὶ Ξενοφάνους, περὶ Ζήνωνος, περὶ Γοργίου 2.14
Not analysed yet
Ἔτι τί κωλύει τὸ μὲν ὅλον ἀγέννητον ὂν ἄπειρον εἶναι, τὰ δʼ ἐν αὐτῷ γιγνόμενα πεπεράνθαι, ἔχοντʼ ἀρχὴν καὶ τελευτὴν γενέσεως; Ἔτι καὶ ὡς ὁ Παρμενίδης φησί, τί κωλύει καὶ τὸ πᾶν ἓν ὂν καὶ ἀγένητον ὅμως πεπεράνθαι, καὶ εἶναι πάντοθεν ἐγκύκλου σφαίρας ἐναλίγκιον ὄγκῳ, μέσσοθεν ἰσοπαλὲς πάντη· τὸ γὰρ οὔτε τι μεῖζον οὔτε τι βαιότερον εἶναι μέχρι ὅν ἐστι τῇ ἢ τῇ.