Ancient Greek · ~7 min
2.15 to 2.20
Aristotle, Περὶ Ξενοφάνους, περὶ Ζήνωνος, περὶ Γοργίου 2.15-20
Not analysed yet
Ἔχον δὲ μέσον καὶ ἔσχατα, πέρας ἔχει ἀγέννητον ὅν, ἐπεὶ εἰ καί, ὡς αὐτὸς λέγει, ἕν ἐστι, καὶ τοῦτο σῶμα, ἔχει ἄλλα ἑαυτοῦ μέρη, εἰ τάδε ὅμοια πάντα. Καὶ γὰρ ὅμοιον οὕτω λέγει τὸ πᾶν εἶναι οὐ . . . ἄλλῳ τινὶ ὃ περανθῆναι ὁρᾷς, ἐλέγχει εἴ τι ὅμοιον τὸ ἄπειρον. Τό γε ὅμοιον ἑτέρῳ ὅμοιον, ὥστε δύο ἢ πλείω ὄντα οὐκ ἂν ἓν οὐδʼ ἅπειρον εἶναι. Ἀλλ’ ἴσως τὸ ὅμοιον πρὸς αὐτὸ λέγει, καὶ φησὶν αὐτὸ ὅμοιον εἶναι πᾶν, ὅτι ὁμοιομερὲς ὕδωρ ὂν ἅπαν ἢ γῆ ἢ εἴ τι τοιοῦτον ἄλλο. Δῆλος γὰρ οὖτος ἀξιῶν εἶναι ἓν τῶν διμερῶν ἕκαστον σῶμα ὅν, οὐκ ἄπειρόν ἐστιν. Τὸ γὰρ ὅλον ἅπειρον, ὥστε ταῦτα περαίνει πρὸς ἄλληλα ἀγέννητα ὄντα. Ἔτι εἰ ἀΐδιόν τε καὶ ἅπειρόν ἐστι, πῶς ἂν εἴη ἓν σῶμα ὅν; Εἰ μὲν γὰρ ἀνομοίων ἀμερῶν εἴη, πολλά, καὶ αὐτὸς οὕτω γʼ εἶναι ἄξιοῖ. Εἰ δὲ ἅπαν ὕδωρ ἢ ἅπαν γῆ ἢ ὅ τι δὴ τὸ ὅν τοῦτʼ ἐστί, πολλὰ ἂν ἔχοι μέρη, ὡς καὶ Ζήνων ἐπιχειρεῖ ὂν δεικνύναι τὸ οὕτως ὂν ἔν. Εἴη οὖν ἂν καὶ πλείονα αὐτοῦ μέρη ἐλαττόνων τε καὶ μικροτέρων, ἀλλά τε πάντῃ ἂν ταύτῃ ἀλλοῖον εἴη οὐδενὸς προσγιγνομένου σώματος οὐδʼ ἀπογιγνομένου. Εἰ δὲ μήτε σῶμα μήτε πλάτος μήτε μῆκος ἔχον μηδέν, πῶς ἂν ἄπειρον ἂν εἴη; Τί κωλύει πολλὰ καὶ ἐνάριθμα τοιαῦτα εἶναι; Τί κωλύει καὶ πλείω ὄντα ἑνὸς μεγέθει ἄπειρα εἶναι; Ὡς καὶ Ξενοφάνης ἄπειρον τό τε βάθος τῆς γῆς καὶ τοῦ ἀέρος φησὶν εἶναι. Δηλοῖ δὲ καὶ ὁ Εμπεδοκλῆς· ἐπιτιμᾷ γὰρ ὡς λεγόντων τινῶν τοιαῦτα ἀδύνατα εἶναι, οὕτως ἐχόντων ξυμβαίνειν αὐτά, εἴπερ ἀπείρονα γῆς τε βάθη καὶ δαψιλὸς αἰθήρ, ὃς διὰ πολλῶν δὴ βροτέων ῥηθέντα ματαίως ἐκκέχυται στομάτων, ὀλίγον τοῦ παντὸς ἰδόντων. Ἕτι ὂν ἓν οὐδὲν ἄτοπον εἰ μὴ πάντη ὅμοιόν ἐστιν.