Ancient Greek · ~2 min
ΠΕΡΙ ΖΗΝΩΝΟΣ., Chapter 4
Aristotle, Περὶ Ξενοφάνους, περὶ Ζήνωνος, περὶ Γοργίου 4.11
Not analysed yet
Ὤστε καὶ τὸ ὃν ἢ ἄπειρον ἢ πέρας ἔχον ἐστίν. Ἴσως δὲ ἄτοπον καὶ τὸ προσάπτειν τῷ μὴ ὄντι ἀπειρίαν. Οὐ γὰρ πᾶν, εἰ μὴ ἔχει πέρας, ἄπειρον λέγομεν, ὥσπερ οὐδʼ ἄνισον οὐκ ἂν φαῖμεν εἶναι τὸ μὴ ὄν. Ἔτι οὐκ ἂν ἔχοι ὁ θεὸς πέρας εἶς ὤν, ἀλλʼ οὐ πρὸς θεόν. Εἰ δὲ ἓν μόνον ἐστίν, ὁ θεὸς ἂν εἴη μόνον καὶ τὰ τοῦ θεοῦ μέρη.