Ancient Greek · ~5 min
4.7 to 4.10
Aristotle, Περὶ Ξενοφάνους, περὶ Ζήνωνος, περὶ Γοργίου 4.7-10
Not analysed yet
Ἔτι μήτε ἄπειρον μήτε πεπεράνθαι σῶμά γε ὂν καὶ ἔχον μέγεθος πῶς οἶόν τε, εἴπερ τοῦτʼ ἐστὶν ἄπειρον ὃ ἂν μὴ ἔχῃ πέρας δεκτικὸν ὂν πέρατος. Πέρας δ' ἐν μεγέθει καὶ πλήθει ἐγγίνεται, καὶ ἐν ἅπαντι τῷ ποσῷ, ὥστε ἂν μὴ ἔχῃ πέρας μέγεθος ὄν, ἄπειρόν ἐστιν. Ἔτι δὲ σφαιροειδῆ ὄντα ἀνάγκη πέρας ἔχειν. Ἔσχατα γὰρ ἔχει, εἴπερ μέσον ἔχει αὐτοῦ τοῦ πλεῖστον ἀπέχειν. Μέσον δʼ ἔχει, σφαιροειδὲς ὄν, τοῦτο γάρ ἐστι σφαιροειδὲς ὃ ἐκ τοῦ μέσου ὁμοίως πρὸς τὰ ἔσχατα. Σῶμα ἔσχατα ἢ πέρατα ἔχειν, οἶον διαφορεῖ. Εἰ γὰρ καὶ τὸ μὴ ὂν ἀπλοῦν, οὐκ ἂν καὶ τὸ ὂν ἄπειρον. Τί γὰρ κωλύει ἔνια ταὐτὰ λεχθῆναι κατὰ τοῦ ὄντος καὶ μὴ ὄντος; Τό τε γὰρ ὂν οὐκ ὂν οὐδεὶς νῦν αἰσθάνεται, καὶ ὂν δέ τις οὐκ ἂν αἰσθάνοιτο νῦν· ἄμφω δὲ λεκτά, ὅπως διανοητά. Οὐ λευκὸν δὲ τὸ μὴ ὄν· εἰ οὖν διὰ τοῦτο τὰ ὄντα πάντα λευκά, ὅπως μή τι ταὐτὸ κατὰ τοῦ ὄντος σημαίνωμεν καὶ μὴ ὄντος, ἢ οὐδὲν κωλύει καὶ τῶν ὄντων τι μὴ εἶναι λευκόν; Οὕτω δὲ καὶ ἄλλην ἄν ἀπόφασιν δέξαιτο τὸ ἄπειρον; εἰ μὴ τὸ πάλαι λεχθέντι μᾶλλον, παρὰ τὸ μὴ ἔχειν ἢ μὴ ἔχειν ἐστὶν ἅπαν.