Ancient Greek · ~1 min
ΠΕΡΙ ΖΗΝΩΝΟΣ., Chapter 4
Aristotle, Περὶ Ξενοφάνους, περὶ Ζήνωνος, περὶ Γοργίου 4.20
Not analysed yet
Αὐτὸς γὰρ σῶμα λέγει εἶναι τὸν θεόν, εἴτε τόδε τὸ πᾶν, εἴτε ὅ τι δήποτε αὐτὸ λέγων. Ἀσώματος γὰρ ὢν πῶς ἂν σφαιροειδὴς εἴη ἐπιμόνως, ὅταν οὕτως οὔτʼ ἂν κινοῖτο οὔτʼ ἂν ἠρεμοῖ μηδαμοῦ γε ὤν; Ἐπεὶ δὲ σῶμά ἐστι, τί ἂν αὐτὸ κωλύοι κινεῖσθαι ὡς ἐλέχθη;