Ancient Greek · ~2 min
ΠΕΡΙ ΓΟΡΓΙΟΥ., Chapter 5
Aristotle, Περὶ Ξενοφάνους, περὶ Ζήνωνος, περὶ Γοργίου 5.1
Not analysed yet
Οὐκ εἶναί φησιν οὐδέν· εἰ δʼ ἔστιν, ἄγνωστον εἶναι· εἰ δὲ καὶ ἔστι καὶ γνωστόν, ἀλλʼ οὐ δηλωτὸν ἄλλοις. Καὶ ὅτι μὲν οὐκ ἔστι, συνθεὶς τὰ ἑτέροις εἰρημένα, ὅσοι περὶ τῶν ὄντων λέγοντες τἀναντία, ὡς δοκοῦσιν, ἀποφαίνονται αὐτοῖς, οἱ μὲν ὅτι ἓν καὶ οὐ πολλά, οἱ δὲ αὗ ὅτι πολλὰ καὶ οὐχ ἕν, καὶ οἱ μὲν ὅτι ἀγένητα, οἱ δʼ ὡς γενόμενα ἐπιδεικνύντες ταῦτα, συλλογίζεται κατʼ ἀμφοτέρων.