Ancient Greek · ~2 min
ΠΕΡΙ ΓΟΡΓΙΟΥ., Chapter 6
Aristotle, Περὶ Ξενοφάνους, περὶ Ζήνωνος, περὶ Γοργίου 6.4
Not analysed yet
Εἰ δὴ καὶ οὕτω τις ξυγχωρεῖ, καὶ τὸ μὲν μὴ ὄν εἴη, τὸ δὲ ὂν μὴ εἴη, ὅμως οὐδὲν ἧττον εἴη ἄν· τὰ γὰρ μὴ ὄντα εἴη κατὰ τὸν ἐκίνου λόγον. Εἰ δὲ ταὐτόν ἐστι καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι, οὐδʼ οὕτως μᾶλλον οὐκ [εἴη] ἄν τι εἴη. Ὡς γὰρ κἀκεῖνος λέγει, ὅτι εἰ ταὐτὸν μὴ ὂν καὶ ὅν, τό τε ὂν οὐκ ἔστι καὶ τὸ μὴ ὅν.