Ancient Greek · ~3 min
6.5 to 6.6
Aristotle, Περὶ Ξενοφάνους, περὶ Ζήνωνος, περὶ Γοργίου 6.5-6
Not analysed yet
Ὥστε οὐδέν ἐστιν, ἀντιστρέψαντι ἔστιν ὁμοίως φάναι ὅτι πάντα ἐστίν. Τό τε γὰρ μὴ ὅν ἐστι καὶ τὸ ὄν, ὥστε πάντα ἐστίν. Μετὰ δὲ τοῦτον τὸν λόγον φησίν· εἰ δὲ ἔστιν, ἤτοι ἀγέννητον ἢ γενόμενον εἶναι. Καὶ εἰ μὲν ἀγένητον, ἄπειρον αὐτὸ τοῖς τοῦ Μελίσσου ἀξιώμασι λαμβάνει· τὸ δʼ ἄπειρον οὐκ ἂν εἶναί ποτε. Οὔτε γὰρ ἐν αὐτῷ οὔτʼ ἂν ἐν ἄλλῳ εἶναι· δύο γὰρ ἄν οὕτως ἢ πλείω εἶναι, τό τε ἐνὸν καὶ τὸ ἐν ᾧ, μηδαμοῦ δὲ ὂν οὐδὲ εἶναι κατὰ τὸν Ζήνωνος λόγον περὶ τῆς χώρας. Ἀγέννητον μὲν οὖν διὰ ταῦτʼ οὐκ εἶναι, οὐ μὴν οὐδὲ γενόμενον. Γενέσθαι γοῦν οὐδὲν ἂν οὔτʼ ἐξ ὄντος οὔτʼ ἐκ μὴ ὄντος.