Ancient Greek · ~2 min
ΠΕΡΙ ΓΟΡΓΙΟΥ., Chapter 6
Aristotle, Περὶ Ξενοφάνους, περὶ Ζήνωνος, περὶ Γοργίου 6.7
Not analysed yet
Εἰ γὰρ τὸ ὂν μεταπέσοι, οὐκ ἂν ἔτʼ εἶναι τὸ ὄν, ὥσπερ γʼ εἰ καὶ τὸ μὴ ὂν γένοιτο, οὐκ ἂν ἔτι εἴη μὴ ὄν. Οὐδὲ μὴν οὐθʼ ἐξ ὄντος ἂν γενέσθαι. Εἰ μὲν γὰρ μή ἐστι τὸ μὴ ὄν, οὐδὲν ἂν ἐκ μηδενὸς ἂν γενέσθαι· εἰ δʼ ἔστι τὸ μὴ ὄν, διʼ ἅπερ οὐδʼ ἐκ τοῦ ὄντος, διὰ ταῦτα οὐδʼ ἐκ τοῦ μὴ ὄντος γενέσθαι.