Ancient Greek
Book 3
Aristotle, Ἠθικὰ Εὐδήμεια 3.1.1
Not analysed yet
ὅτι μὲν οὖν μεσότητές εἰσί τε ἐν ταῖς ἀρεταῖς, καὶ αὗται προαιρετικαί, καὶ αἱ ἐναντίαι κακίαι, καὶ τίνες εἰσὶν αὗται, καθόλου εἴρηται· καθʼ ἑκάστην δὲ λαμβάνοντες λέγωμεν ἐφεξῆς, καὶ πρῶτον εἴπωμεν περὶ ἀνδρείας. σχεδὸν δὴ δοκεῖ πᾶσιν ὅ τʼ ἀνδρεῖος εἶναι περὶ φόβους καὶ ἡ ἀνδρεία μία τῶν ἀρετῶν. διείλομεν δʼ ἐν τῇ διαγραφῇ πρότερον καὶ θράσος καὶ φόβον ἐναντία· καὶ γάρ ἐστί πως ἀντικείμενα ἀλλήλοις. δῆλον οὖν ὅτι καὶ οἱ κατὰ τὰς ἕξεις ταύτας λεγόμενοι ὁμοίως ἀντικείσονται σφίσιν αὐτοῖς, οἷον ὁ δειλὸς (οὗτος γὰρ λέγεται κατὰ τὸ φοβεῖσθαι μᾶλλον ἢ δεῖ καὶ θαρρεῖν ἧττον ἢ δεῖ) καὶ ὁ θρασύς· καὶ γὰρ οὗτος κατὰ τὸ τοιοῦτος εἶναι οἷος φοβεῖσθαι μὲν ἧττον ἢ δεῖ, θαρρεῖν δὲ μᾶλλον ἢ δεῖ. διὸ καὶ παρωνυμιάζεται· ὁ γὰρ θρασὺς παρὰ τὸ θράσος λέγεται παρωνύμως. ὥστʼ ἐπεὶ ἡ ἀνδρεία ἐστὶν ἡ βελτίστη ἕξις περὶ φόβους καὶ θάρρη, δεῖ δὲ μήθʼ οὕτως ὡς οἱ θρασεῖς (τὰ μὲν γὰρ ἐλλείπουσι, τὰ δʼ ὑπερβάλλουσι) μήθʼ οὕτως ὡς οἱ δειλοί (καὶ γὰρ οὗτοι ταὐτὸ ποιοῦσι, πλὴν οὐ περὶ ταὐτὰ ἀλλʼ ἐξ ἐναντίας· τῷ μὲν γὰρ θαρρεῖν ἐλλείπουσι, τῷ δὲ φοβεῖσθαι ὑπερβάλλουσι), δῆλον ὡς ἡ μέση διάθεσις θρασύτητος καὶ δειλίας ἐστὶν ἀνδρεία· αὕτη γὰρ βελτίστη. δοκεῖ δʼ ὁ ἀνδρεῖος ἄφοβος εἶναι ὡς ἐπὶ τὸ πολύ, ὁ δὲ δειλὸς φοβητικός, καὶ ὃ μὲν καὶ πολλὰ καὶ ὀλίγα καὶ μεγάλα καὶ μικρὰ φοβεῖσθαι, καὶ σφόδρα καὶ ταχύ, ὃ δὲ τὸ ἐναντίον ἢ οὐ φοβεῖσθαι ἢ ἠρέμα καὶ μόλις καὶ ὀλιγάκις καὶ μεγάλα, καὶ ὃ μὲν ὑπομένει τὰ φοβερὰ σφόδρα, ὃ δὲ οὐδὲ τὰ ἠρέμα. ποῖα οὖν ὑπομένει ὁ ἀνδρεῖος; πρῶτον πότερον τὰ ἑαυτῷ φοβερὰ ἢ τὰ ἑτέρῳ; εἰ μὲν δὴ τὰ ἑτέρῳ φοβερά, οὐθὲν σεμνὸν φαίη ἄν τις εἶναι· εἰ δὲ τὰ αὑτῷ, εἴη ἂν αὐτῷ μεγάλα καὶ πολλὰ φοβερά. φόβου ποιητικὰ ἑκάστῳ ᾧ φοβερά, οἷον εἰ μὲν σφόδρα φοβερά, εἴη ἂν ἰσχυρὸς ὁ φόβος, εἰ δʼ ἠρέμα, ἀσθενής. ὥστε συμβαίνει τὸν ἀνδρεῖον μεγάλους φόβους καὶ πολλοὺς ποιεῖσθαι. ἐδόκει δὲ τοὐναντίον ἡ ἀνδρεία ἄφοβον παρασκευάζειν, τοῦτο δʼ εἶναι ἐν τῷ ἢ μηθὲν ἢ ὀλίγα φοβεῖσθαι, καὶ ἠρέμα καὶ μόλις. ἀλλʼ ἴσως τὸ φοβερὸν λέγεται, ὥσπερ καὶ τὸ ἡδὺ καὶ τὸ ἀγαθόν, διχῶς. τὰ μὲν γὰρ ἁπλῶς, τὰ δὲ τινὶ μὲν καὶ ἡδέα καὶ ἀγαθὰ ἐστίν, ἁπλῶς δʼ οὔ, ἀλλὰ τοὐναντίον φαῦλα καὶ οὐχ ἡδέα, ὅσα τοῖς πονηροῖς ὠφέλιμα καὶ ὅσα ἡδέα τοῖς παιδίοις ᾗ παιδία. ὁμοίως δὲ καὶ τὰ φοβερὰ τὰ μὲν ἁπλῶς ἐστί, τὰ δὲ τινί. ἃ μὲν δὴ δειλὸς φοβεῖται ᾗ δειλός, τὰ μὲν οὐδενί ἐστι φοβερά, τὰ δʼ ἠρέμα· τὰ δὲ τοῖς πλείστοις φοβερά, καὶ ὅσα τῇ ἀνθρωπίνῃ φύσει, ταῦθʼ ἁπλῶς φοβερὰ λέγομεν. ὁ δʼ ἀνδρεῖος πρὸς ταῦτʼ ἔχει ἀφόβως, καὶ ὑπομένει τὰ τοιαῦτα φοβερά, ἃ ἔστι μὲν ὡς φοβερὰ αὐτῷ, ἔστι δʼ ὡς οὔ, ᾗ μὲν ἄνθρωπος, φοβερά, ᾗ δʼ ἀνδρεῖος, οὐ φοβερὰ ἀλλʼ ἢ ἠρέμα ἢ οὐδαμῶς. ἔστι μέντοι φοβερὰ ταῦτα· τοῖς γὰρ πλείστοις φοβερά. διὸ καὶ ἐπαινεῖται ἡ ἕξις· ὥσπερ γὰρ ὁ ἰσχυρὸς καὶ ὑγιεινὸς ἔχει. καὶ γὰρ οὗτοι οὐ τῷ ὑπὸ μηθενὸς ὃ μὲν πόνου τρίβεσθαι, ὃ δʼ ὑπὸ μηδεμιᾶς ὑπερβολῆς, τοιοῦτοι εἰσίν, ἀλλὰ τῷ ὑπὸ τούτων ἀπαθεῖς εἶναι, ἢ ἁπλῶς ἢ ἠρέμα, ὑφʼ ὧν οἱ πολλοὶ καὶ οἱ πλεῖστοι. οἱ μὲν οὖν νοσώδεις καὶ ἀσθενεῖς καὶ δειλοὶ καὶ ὑπὸ τῶν κοινῶν παθημάτων πάσχουσί τι, πλὴν θᾶττόν τε καὶ μᾶλλον ἢ οἱ πολλοί, καὶ ἔτι ὑφʼ ὧν οἱ πολλοὶ πάσχουσιν, ὑπὸ τούτων ἀπαθεῖς ἢ ὅλως ἢ ἠρέμα. ἀπορεῖται δʼ εἰ τῷ ἀνδρείῳ οὐθέν ἐστι φοβερόν, οὐδʼ ἂν φοβηθείη. ἢ οὐθὲν κωλύει τὸν εἰρημένον τρόπον; ἡ γὰρ ἀνδρεία ἀκολούθησις τῷ λόγῳ ἐστίν, ὁ δὲ λόγος τὸ καλὸν αἱρεῖσθαι κελεύει. διὸ καὶ ὁ μὴ διὰ τοῦτο ὑπομένων αὐτά, οὗτος ἤτοι ἐξέστηκεν ἢ θρασύς· ὁ δὲ διὰ τὸ καλὸν ἄφοβος καὶ ἀνδρεῖος μόνος. ὁ μὲν οὖν δειλὸς καὶ ἃ μὴ δεῖ φοβεῖται, ὁ δὲ θρασὺς καὶ ἃ μὴ δεῖ θαρρεῖ· ὁ δʼ ἀνδρεῖος ἄμφω ἃ δεῖ, καὶ ταύτῃ μέσος ἐστίν. ἃ γὰρ ἂν ὁ λόγος κελεύῃ, ταῦτα καὶ θαρρεῖ καὶ φοβεῖται. ὁ δὲ λόγος τὰ μεγάλα λυπηρὰ καὶ φθαρτικὰ οὐ κελεύει ὑπομένειν, ἂν μὴ καλὰ ᾖ. ὁ μὲν οὖν θρασύς, καὶ εἰ μὴ κελεύει, ταῦτα θαρρεῖ, ὁ δὲ δειλὸς οὐδʼ ἂν κελεύῃ· ὁ δὲ ἀνδρεῖος μόνος, ἐὰν κελεύῃ. ἔστι δʼ εἴδη ἀνδρείας πέντε λεγόμενα καθʼ ὁμοιότητα· τὰ αὐτὰ γὰρ ὑπομένουσιν, ἀλλʼ οὐ διὰ τὰ αὐτά. μία μὲν πολιτική· αὕτη δʼ ἐστὶν ἡ διʼ αἰδῶ οὖσα. δευτέρα ἡ στρατιωτική· αὕτη δὲ διʼ ἐμπειρίαν καὶ τὸ εἰδέναι, οὐχ ὥσπερ Σωκράτης ἔφη τὰ δεινά, ἀλλʼ ὅτι τὰς βοηθείας τῶν δεινῶν. τρίτη δʼ ἡ διʼ ἀπειρίαν καὶ ἄγνοιαν, διʼ ἣν τὰ παιδία καὶ οἱ μαινόμενοι οἳ μὲν ὑπομένουσι τὰ φερόμενα, οἳ δὲ λαμβάνουσι τοὺς ὄφεις. ἄλλη δʼ ἡ κατʼ ἐλπίδα, καθʼ ἣν οἵ τε κατευτυχηκότες πολλάκις ὑπομένουσι τοὺς κινδύνους καὶ οἱ μεθύοντες· εὐέλπιδας γὰρ ποιεῖ ὁ οἶνος. ἄλλη δὲ διὰ πάθος ἀλόγιστον, οἷον διʼ ἔρωτα καὶ θυμόν. ἄν τε γὰρ ἐρᾷ, θρασὺς μᾶλλον ἢ δειλός, καὶ ὑπομένει πολλοὺς κινδύνους, ὥσπερ ὁ ἐν Μεταποντίῳ τὸν τύραννον ἀποκτείνας καὶ ὁ ἐν Κρήτῃ μυθολογούμενος· καὶ διʼ ὀργὴν καὶ θυμὸν ὡσαύτως. ἐκστατικὸν γὰρ ὁ θυμός. διὸ καὶ οἱ ἄγριοι σύες ἀνδρεῖοι δοκοῦσιν εἶναι, οὐκ ὄντες· ὅταν γὰρ ἐκστῶσι, τοιοῦτοι εἰσίν, εἰ δὲ μή, ἀνώμαλοι, ὥσπερ οἱ θρασεῖς. ὅμως δὲ μάλιστα φυσικὴ ἡ τοῦ θυμοῦ· ἀήττητον γὰρ ὁ θυμός, διὸ καὶ οἱ παῖδες ἄριστα μάχονται. διὰ νόμον δὲ ἡ πολιτικὴ ἀνδρεία. κατʼ ἀλήθειαν δὲ οὐδεμία τούτων, ἀλλὰ πρὸς τὰς παρακελεύσεις τὰς ἐν τοῖς κινδύνοις χρήσιμα ταῦτα πάντα. περὶ δὲ τῶν φοβερῶν νῦν μὲν ἁπλῶς εἰρήκαμεν, βέλτιον δὲ διορίσασθαι μᾶλλον. ὅλως μὲν οὖν φοβερὰ λέγεται τὰ ποιητικὰ φόβου. τοιαῦτα δʼ ἐστὶν ὅσα φαίνεται ποιητικὰ λύπης φθαρτικῆς· τοῖς γὰρ ἄλλην τινὰ προσδεχομένοις λύπην ἑτέρα μὲν ἄν τις ἴσως λύπη γένοιτο καὶ πάθος ἕτερον, φόβος δʼ οὐκ ἔσται, οἷον εἴ τις προορῷτο ὅτι λυπήσεται λύπην ἣν οἱ φθονοῦντες λυποῦνται, ἢ τοιαύτην οἵαν οἱ ζηλοῦντες ἢ οἱ αἰσχυνόμενοι. ἀλλʼ ἐπὶ μόναις ταῖς τοιαύταις φαινομέναις ἔσεσθαι λύπαις φόβος γίνεται, ὅσων ἡ φύσις ἀναιρετικὴ τοῦ ζῆν. διὸ καὶ σφόδρα τινὲς ὄντες μαλακοὶ περὶ ἔνια ἀνδρεῖοι εἰσί, καὶ ἔνιοι σκληροὶ καὶ καρτερικοὶ δειλοί. καὶ δὴ καὶ δοκεῖ σχεδὸν ἴδιον τῆς ἀνδρείας εἶναι τὸ περὶ τὸν θάνατον καὶ τὴν περὶ τούτου λύπην ἔχειν πώς. εἰ γάρ τις εἴη τοιοῦτος οἷος πρὸς ἀλέας καὶ ψύχη καὶ τὰς τοιαύτας λύπας ὑπομενετικός, ὡς ὁ λόγος, ἀκινδύνους οὔσας, πρὸς δὲ τὸν θάνατον καὶ μαλακὸς καὶ περίφοβος, μὴ διʼ ἄλλο τι πάθος ἀλλὰ διʼ αὐτὴν τὴν φθοράν, ἄλλος δὲ πρὸς μὲν ἐκείνας μαλακός, πρὸς δὲ τὸν θάνατον ἀπαθής· ἐκεῖνος μὲν ἂν εἶναι δόξειε δειλός, οὗτος δʼ ἀνδρεῖος. καὶ γὰρ κίνδυνος ἐπὶ τοῖς τοιούτοις λέγεται μόνοις τῶν φοβερῶν, ὅταν πλησίον ᾖ τὸ τῆς τοιαύτης φθορᾶς ποιητικόν. φαίνεται δὲ κίνδυνος, ὅταν πλησίον φαίνηται. τὰ μὲν οὖν φοβερά, περὶ ὅσα φαμὲν εἶναι τὸν ἀνδρεῖον, εἴρηται δὴ ὅτι τὰ φαινόμενα ποιητικὰ λύπης τῆς φθαρτικῆς· ταῦτα μέντοι πλησίον τε φαινόμενα καὶ μὴ πόρρω, καὶ τοσαῦτα τῷ μεγέθει ὄντα ἢ φαινόμενα ὥστʼ εἶναι σύμμετρα πρὸς ἄνθρωπον. ἔνια γὰρ ἀνάγκη παντὶ φαίνεσθαι ἀνθρώπῳ φοβερὰ καὶ διαταράττειν. οὐθὲν γὰρ κωλύει, ὥσπερ θερμὰ καὶ ψυχρά, καὶ τῶν ἄλλων δυνάμεων ἐνίας ὑπὲρ ἡμᾶς εἶναι καὶ τὰς τοῦ ἀνθρωπίνου σώματος ἕξεις· οὕτω καὶ τῶν περὶ τὴν ψυχὴν παθημάτων. οἱ μὲν οὖν δειλοὶ καὶ θρασεῖς ἐπιψεύδονται διὰ τὰς ἕξεις· τῷ μὲν γὰρ δειλῷ τά τε μὴ φοβερὰ δοκεῖ φοβερὰ εἶναι καὶ τὰ ἠρέμα σφόδρα, τῷ δὲ θρασεῖ τὸ ἐναντίον τά τε φοβερὰ θαρραλέα καὶ τὰ σφόδρα ἠρέμα, τῷ δʼ ἀνδρείῳ τἀληθῆ μάλιστα. διόπερ οὔτʼ εἴ τις ὑπομένοι τὰ φοβερὰ διʼ ἄγνοιαν, ἀνδρεῖος, οἷον εἴ τις τοὺς κεραυνοὺς ὑπομένοι φερομένους διὰ μανίαν, οὔτʼ εἰ γιγνώσκων ὅσος ὁ κίνδυνος, διὰ θυμόν, οἷον οἱ Κελτοὶ πρὸς τὰ κύματα ὅπλα ἀπαντῶσι λαβόντες, καὶ ὅλως ἡ βαρβαρικὴ ἀνδρεία μετὰ θυμοῦ ἐστίν. ἔνιοι δὲ καὶ διʼ ἄλλας ἡδονὰς ὑπομένουσιν. καὶ γὰρ ὁ θυμὸς ἡδονὴν ἔχει τινά· μετʼ ἐλπίδος γάρ ἐστι τιμωρίας. ἀλλʼ ὅμως οὔτʼ εἰ διὰ ταύτην οὔτʼ εἰ διʼ ἄλλην ἡδονὴν ὑπομένει τις τὸν θάνατον ἢ φυγὴν μειζόνων λυπῶν, οὐδεὶς δικαίως ἂν ἀνδρεῖος λέγοιτο τούτων. εἰ γὰρ ἦν ἡδὺ τὸ ἀποθνήσκειν, πολλάκις ἂν διʼ ἀκρασίαν ἀπέθνησκον οἱ ἀκόλαστοι, ὥσπερ καὶ νῦν αὐτοῦ μὲν τοῦ ἀποθνήσκειν οὐκ ὄντος ἡδέος, τῶν ποιητικῶν δʼ αὐτοῦ, πολλοὶ διʼ ἀκρασίαν περιπίπτουσιν εἰδότες, ὧν οὐθεὶς ἂν ἀνδρεῖος εἶναι δόξειεν, εἰ καὶ πάνυ ἑτοίμως ἀποθνήσκειν. οὔτʼ εἰ φεύγοντες τὸ πονεῖν, ὅπερ πολλοὶ ποιοῦσιν, οὐδὲ τῶν τοιούτων οὐδεὶς ἀνδρεῖος, καθάπερ καὶ Ἀγάθων φησὶ φαῦλοι βροτῶν γὰρ τοῦ πονεῖν ἡσσώμενοι, θανεῖν ἐρῶσιν. Agathon Fr. 7 ὥσπερ καὶ τὸν Χείρωνα μυθολογοῦσιν οἱ ποιηταὶ διὰ τὴν ἀπὸ τοῦ ἕλκους ὀδύνην εὔξασθαι ἀποθανεῖν ἀθάνατον ὄντα. παραπλησίως δὲ τούτοις καὶ ὅσοι διʼ ἐμπειρίαν ὑπομένουσι τοὺς κινδύνους, ὅνπερ τρόπον σχεδὸν οἱ πλεῖστοι τῶν στρατιωτικῶν ἀνθρώπων ὑπομένουσιν. αὐτὸ γὰρ τοὐναντίον ἔχει ἢ ὡς ᾤετο Σωκράτης, ἐπιστήμην οἰόμενος εἶναι τὴν ἀνδρείαν. οὔτε γὰρ διὰ τὸ εἰδέναι τὰ φοβερὰ θαρροῦσιν οἱ ἐπὶ τοὺς ἱστοὺς ἀναβαίνειν ἐπιστάμενοι, ἀλλʼ ὅτι ἴσασι τὰς βοηθείας τῶν δεινῶν· οὔτε διʼ ὃ θαρραλεώτερον ἀγωνίζονται, τοῦτο ἀνδρεία. καὶ γὰρ ἂν ἡ ἰσχὺς καὶ ὁ πλοῦτος κατὰ Θέογνιν ἀνδρεία εἶεν· πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος. Theog. 177 φανερῶς δʼ ἔνιοι δειλοὶ ὄντες ὅμως ὑπομένουσι διʼ ἐμπειρίαν· τοῦτο δέ, ὅτι οὐκ οἴονται κίνδυνον εἶναι· ἴσασι γὰρ τὰς βοηθείας. σημεῖον δέ· ὅταν γὰρ μὴ ἔχειν οἴωνται βοήθειαν, ἀλλʼ ἤδη πλησίον ᾖ τὸ δεινόν, οὐχ ὑπομένουσιν. ἀλλὰ πάντων τῶν τοιούτων ἀνδρείων οἱ διὰ τὴν αἰδῶ ὑπομένοντες μάλιστα φανεῖεν ἂν ἀνδρεῖοι, καθάπερ καὶ Ὅμηρος τὸν Ἕκτορά φησιν ὑπομεῖναι τὸν κίνδυνον τὸν πρὸς τὸν Ἀχιλλέα· Ἕκτορα δʼ αἰδὼς εἷλε· source unknown καὶ Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει. Hom. Il. 22. 100 καὶ ἐστὶν ἡ πολιτικὴ ἀνδρεία αὕτη. ἡ δʼ ἀληθὴς οὔτε αὕτη οὔτʼ ἐκείνων οὐδεμία, ἀλλὰ ὁμοία μέν, ὥσπερ καὶ ἡ τῶν θηρίων, ἃ διὰ τὸν θυμὸν ὁμόσε τῇ πληγῇ φέρεται. οὔτε γὰρ ὅτι ἀδοξήσει, δεῖ μένειν φοβουμένους, οὔτε διʼ ὀργήν, οὔτε διὰ τὸ μὴ νομίζειν ἀποθανεῖσθαι, ἢ διὰ τὸ δυνάμεις ἔχειν φυλακτικάς· οὐδὲ γὰρ οἰήσεται οὕτω γε φοβερὸν εἶναι οὐθέν. ἀλλʼ ἐπειδὴ πᾶσα ἀρετὴ προαιρετική (τοῦτο δὲ πῶς λέγομεν, εἴρηται πρότερον, ὅτι ἕνεκά τινος πάντα αἱρεῖσθαι ποιεῖ, καὶ τοῦτό ἐστι τὸ οὗ ἕνεκα, τὸ καλόν), δῆλον ὅτι καὶ ἡ ἀνδρεία ἀρετή τις οὖσα ἕνεκά τινος ποιήσει τὰ φοβερὰ ὑπομένειν, ὥστʼ οὔτε διʼ ἄγνοιαν (ὀρθῶς γὰρ μᾶλλον ποιεῖ κρίνειν) οὔτε διʼ ἡδονήν, ἀλλʼ ὅτι καλόν, ἐπεί, ἄν γε μὴ καλὸν ᾖ ἀλλὰ μανικόν, οὐχ ὑπομένει· αἰσχρὸν γάρ.