Ancient Greek · ~20 min
Book 3
Aristotle, Ἠθικὰ Εὐδήμεια 3.2.1
Not analysed yet
περὶ ποῖα μὲν οὖν ἐστιν ἡ ἀνδρεία μεσότης καὶ τίνων καὶ διὰ τί, καὶ τὰ φοβερὰ τίνα δύναμιν ἔχει, σχεδὸν εἴρηται κατὰ τὴν παροῦσαν ἔφοδον ἱκανῶς· περὶ δὲ σωφροσύνης καὶ ἀκολασίας μετὰ ταῦτα διελέσθαι πειρατέον. λέγεται δʼ ὁ ἀκόλαστος πολλαχῶς. ὅ τε γὰρ μὴ κεκολασμένος πως μηδʼ ἰατρευμένος, ὥσπερ ἄτμητος ὁ μὴ τετμημένος, καὶ τούτων ὃ μὲν δυνατός, ὃ δʼ ἀδύνατος· ἄτμητον γὰρ τό τε μὴ δυνάμενον τμηθῆναι καὶ τὸ δυνατὸν μὲν μὴ τετμημένον δέ. τὸν αὐτὸν δὲ τρόπον καὶ τὸ ἀκόλαστον. καὶ γὰρ τὸ μὴ πεφυκὸς δέχεσθαι κόλασιν, καὶ τὸ πεφυκὸς μὲν μὴ κεκολασμένον δὲ περὶ ἁμαρτίας, περὶ ἃς ὀρθοπραγεῖ ὁ σώφρων, ὥσπερ οἱ παῖδες· κατὰ ταύτην γὰρ ἀκόλαστοι λέγονται τὴν ἀκοκασίαν. ἔτι δʼ ἄλλον τρόπον οἱ δυσίατοι καὶ οἱ ἀνίατοι πάμπαν διὰ κολάσεως. πλεοναχῶς δὲ λεγομένης τῆς ἀκολασίας, ὅτι μὲν περὶ ἡδονάς τινας καὶ λύπας εἰσί, φανερόν, καὶ ὅτι ἐν τῷ περὶ ταύτας διακεῖσθαί πως καὶ ἀλλήλων διαφέρουσι καὶ τῶν ἄλλων· διεγράψαμεν δὲ πρότερον πῶς τὴν ἀκολασίαν ὀνομάζοντες μεταφέρομεν. τοὺς δὲ ἀκινήτως ἔχοντας διʼ ἀναισθησίαν πρὸς τὰς αὐτὰς ἡδονὰς οἳ μὲν καλοῦσιν ἀναισθήτους, οἳ δὲ ἄλλοις ὀνόμασι τοιούτους προσαγορεύουσιν. ἔστι δʼ οὐ πάνυ γνώριμον τὸ πάθος οὐδʼ ἐπιπόλαιον διὰ τὸ πάντας ἐπὶ θάτερον ἁμαρτάνειν μᾶλλον καὶ πᾶσιν εἶναι σύμφυτον τὴν τῶν τοιούτων ἡδέων ἧτταν καὶ αἴσθησιν. μάλιστα δʼ εἰσὶ τοιοῦτοι, οἵους οἱ κωμῳδοδιδάσκαλοι παράγουσιν ἀγροίκους, οἳ οὐδὲ τὰ μέτρια καὶ τὰ ἀναγκαῖα πλησιάζουσι τοῖς ἡδέσιν. ἐπεὶ δʼ ὁ σώφρων ἐστὶ περὶ ἡδονάς, ἀνάγκη καὶ περὶ ἐπιθυμίας τινὰς αὐτὸν εἶναι. δεῖ δὴ λαβεῖν περὶ τίνας. οὐ γὰρ περὶ πάσας οὐδὲ περὶ ἅπαντα τὰ ἡδέα ὁ σώφρων σώφρων ἐστίν, ἀλλὰ τῇ μὲν δόξῃ περὶ δύο τῶν αἰσθητῶν, περί τε τὸ γευστὸν καὶ τὸ ἁπτόν, τῇ δʼ ἀληθείᾳ περὶ τὸ ἁπτόν· περὶ γὰρ τὴν διὰ τῆς ὄψεως ἡδονὴν τῶν καλῶν ἄνευ ἐπιθυμίας ἀφροδισίων, ἢ λύπην τῶν αἰσχρῶν, καὶ περὶ τὴν διὰ τῆς ἀκοῆς τῶν εὐαρμόστων ἢ ἀναρμόστων, ἔτι δὲ πρὸς τὰς διʼ ὀσφρήσεως, τάς τε ἀπὸ εὐωδίας καὶ τὰς ἀπὸ δυσωδίας, οὐκ ἔστιν ὁ σώφρων. οὐδὲ γὰρ ἀκόλαστος οὐδεὶς λέγεται τῷ πάσχειν ἢ μὴ πάσχειν. εἰ γοῦν τις ἢ καλὸν ἀνδριάντα θεώμενος ἢ ἵππον ἢ ἄνθρωπον, ἢ ἀκροώμενος ᾄδοντος, μὴ βούλοιτο μήτε ἐσθίειν μήτε πίνειν μήτε ἀφροδισιάζειν, ἀλλὰ τὰ μὲν καλὰ θεωρεῖν τῶν δʼ ᾀδόντων ἀκούειν, οὐκ ἂν δόξειεν ἀκόλαστος εἶναι, ὥσπερ οὐδʼ οἱ κηλούμενοι παρὰ ταῖς Σειρῆσιν. ἀλλὰ περὶ τὰ δύο τῶν αἰσθητῶν ταῦτα, περὶ ἅπερ καὶ τἆλλα θηρία μόνον τυγχάνει αἰσθητικῶς ἔχοντα, καὶ χαίροντα καὶ λυπούμενα, περὶ τὰ γευστὰ καὶ ἁπτά. περὶ δὲ τὰ τῶν ἄλλων αἰσθητῶν ἡδέα σχεδὸν ὁμοίως ἅπαντα φαίνεται ἀναισθήτως διακείμενα, οἷον περὶ εὐαρμοστίαν ἢ κάλλος. οὐθὲν γάρ, ὅ τι καὶ ἄξιον λόγου, φαίνεται πάσχοντα αὐτῇ τῇ θεωρίᾳ τῶν καλῶν ἢ τῇ ἀκροάσει τῶν εὐαρμόστων, εἰ μή τί που συμβέβηκε τερατῶδες· ἀλλʼ οὐδὲ πρὸς τὰ εὐώδη ἢ δυσώδη· καίτοι τάς γε αἰσθήσεις ὀξυτέρας ἔχουσι πάσας. ἀλλὰ καὶ τῶν ὀσμῶν ταύταις χαίρουσιν ὅσαι κατὰ συμβεβηκὸς εὐφραίνουσιν, ἀλλὰ μὴ καθʼ αὑτάς. λέγω δὲ μὴ καθʼ αὑτάς, αἷς ἢ ἐλπίζοντες χαίρομεν ἢ μεμνημένοι, οἷον ὄψων καὶ ποτῶν (διʼ ἑτέραν γὰρ ἡδονὴν ταύταις χαίρομεν, τὴν τοῦ φαγεῖν ἢ πιεῖν), καθʼ αὑτὰς δὲ οἷον αἱ τῶν ἀνθῶν εἰσίν. διὸ ἐμμελῶς ἔφη Στρατόνικος τὰς μὲν καλὸν ὄζειν τὰς δὲ ἡδύ. ἐπεὶ καὶ τῶν περὶ τὸ γευστὸν οὐ περὶ πᾶσαν ἡδονὴν ἐπτόηται τὰ θηρία, οὐδʼ ὅσων τῷ ἄκρῳ τῆς γλώττης ἡ αἴσθησις, ἀλλʼ ὅσων τῷ φάρυγγι, καὶ ἔοικεν ἁφῇ μᾶλλον ἢ γεύσει τὸ πάθος. διὸ οἱ ὀψοφάγοι οὐκ εὔχονται τὴν γλῶτταν ἔχειν μακρὰν ἀλλὰ τὸν φάρυγγα γεράνου, ὥσπερ Φιλόξενος ὁ Ἐρύξιδος. ὥστε περὶ τὰ ἁπτόμενα, ὡς ἁπλῶς εἰπεῖν, θετέον τὴν ἀκολασίαν. ὁμοίως δὲ καὶ ὁ ἀκόλαστος περὶ τὰς τοιαύτας ἐστίν. οἰνοφλυγία γὰρ καὶ γαστριμαργία καὶ λαγνεία καὶ ὀψοφαγία καὶ πάντα τὰ τοιαῦτα περὶ τὰς εἰρημένας ἐστὶν αἰσθήσεις, εἰς ἅπερ μόρια ἡ ἀκολασία διαιρεῖται. περὶ δὲ τὰς διʼ ὄψεως ἢ ἀκοῆς ἢ ὀσφρήσεως ἡδονὰς οὐθεὶς λέγεται ἀκόλαστος, ἐὰν ὑπερβάλλῃ, ἀλλʼ ἄνευ ὀνείδους τὰς ἁμαρτίας ψέγομεν ταύτας, καὶ ὅλως περὶ ὅσα μὴ λέγονται ἐγκρατεῖς· οἱ δʼ ἀκρατεῖς οὐκ εἰσὶν ἀκόλαστοι οὐδὲ σώφρονες. ἀναίσθητος μὲν οὖν, ἢ ὅπως δεῖ ὀνομάζειν, ὁ οὕτως ἔχων ὥστε καὶ ἐλλείπειν ὅσων ἀνάγκη κοινωνεῖν ὡς ἐπὶ τὸ πολὺ πάντας καὶ χαίρειν· ὁ δʼ ὑπερβάλλων ἀκόλαστος. πάντες γὰρ τούτοις φύσει τε χαίρουσι, καὶ ἐπιθυμίας λαμβάνουσι, καὶ οὐκ εἰσὶν οὐδὲ λέγονται ἀκόλαστοι (οὐ γὰρ ὑπερβάλλουσι τῷ χαίρειν μᾶλλον ἢ δεῖ τυγχάνοντες καὶ λυπεῖσθαι μᾶλλον ἢ δεῖ μὴ τυγχάνοντες), οὐδʼ ἀνάλγητοι (οὐ γὰρ ἐλλείπουσι τῷ χαίρειν ἢ λυπεῖσθαι, ἀλλὰ μᾶλλον ὑπερβάλλουσιν). ἐπεὶ δʼ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις περὶ αὐτά, δῆλον ὅτι καὶ μεσότης, καὶ βελτίστη αὕτη ἡ ἕξις, καὶ ἀμφοῖν ἐναντία. ὥστʼ εἰ σωφροσύνη ἡ βελτίστη ἕξις, περὶ ἃ ὁ ἀκόλαστος, ἡ περὶ τὰ ἡδέα τὰ εἰρημένα τῶν αἰσθητῶν μεσότης σωφροσύνη ἂν εἴη, μεσότης οὖσα ἀκολασίας καὶ ἀναισθησίας· ἡ δʼ ὑπερβολὴ ἀκολασία· ἡ δʼ ἔλλειψις ἤτοι ἀνώνυμος ἢ τοῖς εἰρημένοις ὀνόμασι προσαγορευομένη. ἀκριβέστερον δὲ περὶ τοῦ γένους τῶν ἡδονῶν ἔσται διαιρετέον ἐν τοῖς λεγομένοις ὕστερον περὶ ἐγκρατείας καὶ ἀκρασίας.