Ancient Greek · ~1 min
Section 11
Aristotle, Ἐκ τοῦ περὶ ἀκουστῶν 11
Not analysed yet
Φανερὸν δʼ ἐστίν· πάντα γὰρ τὰ τοὺς τραχήλους ἔχοντα μακροὺς φθέγγονται βιαίως, οἷον οἱ χῆνες καὶ γέρανοι καὶ ἀλεκτρυόνες. Μᾶλσθαιλον δὲ τοῦτο καταφανές ἐστιν ἐπὶ τῶν αὐτῶν· πάντες γὰρ χαλεπῶς πληροῦσι τοὺς βόμβυκας καὶ μετὰ συντονίας πολλῆς διὰ τὸ μῆκος τῆς ἀποστάσεως.