Ancient Greek · ~1 min
Section 14
Aristotle, Ἐκ τοῦ περὶ ἀκουστῶν 14
Not analysed yet
Ὅσων δʼ ἐστὶν ἀνωμάλως καὶ μὴ πάντοθεν ἔχει τὴν διάστασιν ὁμοίαν, τούτους ἀναγκαῖον ἀπασῶν μετέχειν τῶν δυσχερειῶν. Καὶ γὰρ ἀνωμάλως αὐτοῖς ἀνάγκη τὸ πνεῦμα ὑπηρετεῖν καὶ θλίβεσθαι καὶ καθʼ ἕτερον τόπον διαχεῖσθαι πάλιν.