Ancient Greek · ~1 min
Section 17
Aristotle, Ἐκ τοῦ περὶ ἀκουστῶν 17
Not analysed yet
Ἐὰν δὲ ξηρὸν ᾖ τὸ πνεῦμα παντελῶς, σκληροτέρα ἡ φωνὴ γίγνεται καὶ διεσπασμένη· συνέχει γὰρ ἡ νοτίς, ὅταν ᾖ λεπτή, τὸν ἀέρα, καὶ ποιεῖ τινὰ τῆς φωνῆς ἁπλότητα. Τῶν μὲν οὖν ἀγγείων αἱ διαφοραὶ καὶ τῶν παθῶν τῶν περὶ αὐτὰ γιγνομένων τοιαύτας ἕκασται τὰς φωνὰς ἀποτελοῦσιν.