Ancient Greek · ~1 min
Section 42
Aristotle, Ἐκ τοῦ περὶ ἀκουστῶν 42
Not analysed yet
Σκληραὶ δʼ εἰσὶ τῶν φωνῶν ὅσαι βιαίως πρὸς τὴν ἀκοὴν προσπίπτουσι· διὸ καὶ μάλιστα παρέχουσι τὸν τόνον. Τοιαῦται δʼ εἰσὶν αἱ δυσκινητότεραι καὶ μετὰ πλείστης φερόμεναι βίας· τὸ γὰρ ὑπεῖκον ταχέως οὐ δύναται τὴν πληγὴν ὑπομένειν, ἀλλʼ ἀποπηδᾷ πρότερον.