Ancient Greek · ~1 min
Section 52
Aristotle, Ἐκ τοῦ περὶ ἀκουστῶν 52
Not analysed yet
Συμβαίνει δὲ καὶ τὰ ναρθήκινα τῶν ὀργάνων τὰς φωνὰς ἔχειν ἁπαλωτέρας· οἱ γὰρ ἦχοι πρὸς μαλακὸν προσπίπτοντες οὐχ ὁμοίως ἀποπηδῶσι μετὰ βίας. Τραχύνεσθαι δὲ συμβαίνει τὰς φωνάς, ὅταν πληγὴ μὴ μία γένηται τοῦ ἀέρος παντός, ἀλλὰ πολλαχῇ κατὰ μικρὰ διεσπασμένη.