Ancient Greek · ~1 min
Section 55
Aristotle, Ἐκ τοῦ περὶ ἀκουστῶν 55
Not analysed yet
Δῆλον δὲ τοῦτό ἐστι καὶ ἐπὶ τῶν ῥευμάτων· τοῦ γὰρ ἐλαίου γίνεται πολὺ πάντων τῶν ὑγρῶν ὁ ψόφος ἀδηλότερος διὰ τὴν συνέχειαν τὴν τῶν μορίων. Λεπταὶ δʼ εἰσὶ τῶν φωνῶν, ὅταν ὀλίγον ᾖ τὸ πνεῦμα τὸ ἐκπῖπτον.