Ancient Greek · ~1 min
Section 63
Aristotle, Ἐκ τοῦ περὶ ἀκουστῶν 63
Not analysed yet
Φανερὸν δʼ ἐστίν· καὶ γὰρ ἄν πιέσῃ τις τὰ ζεύγη, μᾶλλον ὀξντέρα ἡ φωνὴ γίγνεται καὶ λεπτοτέρα. Κἂν κατασπάσῃ τις τὰς σύριγγας, κἂν δὲ ἐπιλάβῃ, παμπλείων ὁ ὄγκος γίγνεται τῆς φωνῆς διὰ τὸ πλῆθος τοῦ πνεύματος, καθάπερ καὶ ἀπὸ τῶν παχυτέρων χορδῶν.