Ancient Greek · ~1 min
Section 69
Aristotle, Ἐκ τοῦ περὶ ἀκουστῶν 69
Not analysed yet
Σχεδὸν γὰρ παραπλήσιαι τυγχάνουσιν οὗσαι ταῖς τραχείαις· πλὴν ἐκεῖναι μέν εἰσιν ἀπʼ ἀλλήλων κατὰ μικρὰ μέρη διεσπασμέναι, τῶν δὲ σαθρῶν αἱ πλεῖσται τὰς μὲν ἀρχὰς ἔχουσι συνεχεῖς, ἔπειτʼ εἰς πλείω μέρη τὴν διαίρεσιν λαμβάνουσιν.