Ancient Greek · ~1 min
Section 72
Aristotle, Ἐκ τοῦ περὶ ἀκουστῶν 72
Not analysed yet
Καί τινες οἴονται διὰ τὴν τοῦ πνεύμονος γλισχρότητα τὸ πνεῦμα οὐ δύνασθαι περαιοῦσθαι περὶ τὸν ἔξω τόπον, διαμαρτάνοντες· φθέγγονται μὲν γὰρ ἀλλʼ οὐ δύνανται γεγωνεῖν διὰ τὸ μὴ γίνεσθαι μετὰ συντονίας τὴν τοῦ ἀέρος πληγήν, ἀλλὰ μόνον φωνοῦσιν, ὡς ἂν ἀπʼ αὐτοῦ τοῦ φάρυγγος τὸ πνεῦμα βιαζόμενον.