Ancient Greek · ~1 min
Section 8
Aristotle, Ἐκ τοῦ περὶ ἀκουστῶν 8
Not analysed yet
Τοῦτο γάρ ἐστι τὸ ποιοῦν τὴν τοῦ πνεύματος πληγὴν εὔρωστον, ὅταν ὁ πνεύμων ἐκ πολλοῦ διαστήματος συνάγων αὑτὸν ἐκθλίβῃ τὸν ἀέρα βιαίως. Δῆλον δὲ τοῦτʼ ἐστίν· οὐδὲ γὰρ τῶν ἄλλων μορίων οὐθὲν ἐκ μικρᾶς ἀποστάσεως δύναται ποιεῖσθαι τὴν πληγὴν ἰσχυράν.