Ancient Greek · ~5 min
Book 1
Aristoxenus, Elementa Harmonica 1.3
Not analysed yet
οὐδʼ ἡμ| μένους εὑρήσομεν αὐτοὺς τῶν δʼ οὐχ ἱκανῶς. ὥσθ’ ἄμα τοῦτό τε φανερὸν ἔσται καὶ τὸν τύπον κατοψόμεθα τῆς πραγματείας τις ποτʼ ἐστίν. Πρῶτον μὲν οὖν ἁπάντων τὴν τῆς φωνῆς κίνησιν διοριστέον τῷ μέλλοντι πραγματεύεσθαί περὶ μέλους αὐτὴν τὴν κατὰ τόπον. οὐ γὰρ εἷς τρόπος αὐτῆς ὢν τυγχάνει· κινεῖται μὲν γὰρ καὶ διαλεγομένων ἡμῶν καὶ μελῳδούντων τὴν εἰρημένην κίνησιν, ὀξὺ γὰρ καὶ βαρὺ δῆλον ὡς ἐν ἀμφοτέροις τούτοις ἔνεστιν-αὕτη δʼ ἐστὶν ἡ κατὰ τόπον καθʼ ἣν ὀξύ τε καὶ βαρὺ γίγνεται—ἀλλ οὐ ταὐτὸν εἶδος τῆς κινήσεως ἑκατέρας ἐστίν. ἐπιμελὲς δʼ οὐδενὶ πώποτε γεγένηται περὶ τούτου διορίσαι τίς ἑκατέρας αὐτῶν ἡ διαφορά· καί τοι τούτου μὴ διορισθέντος οὐ πάνυ ῥᾴδιο εἰεῖν περὶ φθόγγου τί ποτʼ ἐστίν. ἀναγκαῖον δὲ τὸν βουλόμενον μὴ πάσχειuν ὅπερ Λάσος τε καὶ τῶν Ἐπιγονείων τινὲς ἔπαθον, πλάτος αὐτὸν οἰηθέντες ἔχειν, εἰπεῖν περὶ αὐτοῦ μικρὸν ἀκριβέστερον. τούτου γὰρ διορισθέντος περὶ πολλὰ τῶν ἔπειτα μᾶλλον ἔσται σαφῶς λέγειν. Ἀναγκαῖον δʼ εἰς τὴν τούτων ξύνεσιν πρὸς τοῖς εἰρημένοις περί τʼ ἀνέσεως καὶ ἐπιτάσεως καὶ βαρύτητος καὶ ὀξύτητος καὶ τά |σεως εἰπεῖν τί ποτʼ ἀλλήλων διαφέρουσιν. οὐδεὶς γὰρ οὐδὲν περὶ τούτων εἴρηκεν, ἀλλὰ τὰ μὲν αὐτῶν ὅλως οὐδὲ νενόηται τὰ δὲ συγκεχυμένως. Μετὰ ταῦτα δὲ περὶ τῆς τοῦ βαρέος τε καὶ ὀξέος διαστά σεως λεκτέον πότερον εἰς πειρον