Ancient Greek · ~5 min
Book 1
Aristoxenus, Elementa Harmonica 1.4
Not analysed yet
αὔξησν τε καὶ ἐλάττωσιν· ἔχει ἢ οὒ ἢ πῇ μὲν πῇ δʼ οὔ. Τούτων δὲ διωρισμένων περὶ διαστήματος καθόλου λεκτέον ἔπει|τα διαιρετέον ὁσαχῶς δύναται διωαιρεῖσθαι, εἶτα περὶ συστήματος καθόλου δὲ δικλθόντα λεκτέον εἰς ὅσας πέφυκε τέμνεσθαι διαιρέσεις. Εἶτα περὶ μέλους ὑποδηλωτέον καὶ τυπωτέον οἴαν ἔχει |φύσιν τὸ κατὰ μουσικήν, ἐπειδὴ πλείους εἰσὶ φύσεις μέλους, μία δʼ ἐστί τις ἐκ πασῶν αὐτοῦ ἡ τοῦ ἡρμοσμένου καὶ μελῳδουμένου. διὰ τὴν ἐπαγωγὴν δὲ τὴν ἐπὶ τοῦτο γιγνομένην κατὰ τὸν χω ρισμὸν τὸν ἀπὸ τῶν ἄλλων ἀναγκαῖόν πως καὶ τῶν ἄλλων ἐπαφᾶσθαι φύσεων. Ἀφορισθέντος δὲ τοῦ μουσικοῦ μέλους οὕτως ὡς ἐνδέχεται μηδέπω τῶν καθʼ ἕκαστα τεθεωρημένων ἀλλʼ ὡς ἐν τύ πῳ καὶ περιγραφῇ, διαιρετέον τὸ καθόλου καὶ μεριστέον εἰς ὅσα φαίνεται γένη διαιρεῖσθαι, Μετὰ τοῦτο δὲ λεκτέον περί τε συνεχείας καὶ τοῦ ἑξῆς τί ποτʼ ἐστὶν ἐν τοῖς συστήμασι καὶ πῶς ἐγγι| γνόμενον. Εἶτʼ ἀποδοωπέον τὰς τῶν γενῶν διαφορὰς τὰς ἐν τοῖς κινουμμένοις τῶν φθόγγων, ἀποδοτέον δὲ καὶ τοὺς τόπους ἐν οἷς κινοῦνται. τούτων δʼ οὐδεὶς περὶ οὐδενὸς πώποτʼ ἔσχηκεν ἔν| νοιωαν οὐδʼ ἡντινοῦν, ἀλλὰ περὶ πάντων τῶν ερημένων αὐτοῖς ἡμῖν ἀναγκαῖον ἐξ ἀρχῆς πραγματεύεσθαι, παρειλήφαμεν γὰρ οὐδὲν περὶ αὐτῶν ἀξιόλογον. Μετὰ δὲ