Ancient Greek · ~5 min
Book 1
Aristoxenus, Elementa Harmonica 1.5
Not analysed yet
τοῦτο περὶ διαστημάτων ἀσυν θέτων πρῶτον λεκτέον, εἶτα περὶ συνθέτων. ἀναγκαῖον δὲ ἁπτομένοις ἡμῖν συνθέτων διαστημάτων οἷς ἄμα καὶ συστήμασιν εἶναί πως συμβαίνει περὶ συνθέσεως ἔχειν τι λέγειν τῆς τῶν ἀσυνθέτων, διαστημάτων. περὶ ἧς οἱ πλεῖστοι τῶν ρμονικῶν οὐδʼ ὅτι πραγματευτέον ἤσθοντο· δῆλον δʼ ἡμῖν ἐν τοῖς ἔμπροσθεν γέγονεν. οἱ δὲ περὶ Ἐρατο| κλέα τοσοῦτον εἰρήκασι μόνον ὅτι ἀπὸ τοῦ διὰ τεττάρων ἐφʼ ἑκάτερα δίχα σχίζεται τὸ μέλος, οὐδὲν οὔτʼ εἰ ἀπὸ παντὸς τοῦτο γίγνεται διωρίσαντες οὔτε διὰ τίνα αἰτίαν εἰπόντες οὔθʼ ὑπὲρ τῶν ἄλ| λων διαστημάτων ἐπισκεψάμενοι τίνα πρὸς ἄλληλα συντίθενται τρόπον, καὶ πότερον παντὸς διαστήματος πρὸς πᾶν ὡρισμένος τίς ἐστι λόγος τῆς συνθέσεως καὶ πῶς μὲν ἐξ αὐτῶν πῶς |δʼ οὖ γίγνεται συστήματα ἢ εἰ τοῦτο ἀόριστόν ἐστιν· περὶ γὰρ τούτων οὔτʼ ἀποδεικτικὸς οὔτʼ ἀναπόδεικτος ὑκʼ οὐδενὸς πώποτʼ εἴρηται λόγος. οὕσης δὲ θαυμαστῆς τῆς τάξεως περὶ τὴν τοῦ μέλους σύστασιν |ἀταξία πλείστη μουσικῆς ὑπʼ ἐνίωρ κατέγναωσται διὰ τοὺς μετακεχειρισμένους τὴν ερημένην πραγματείαν. οὐδὲν δὲ τῶν αἰσθητῶν τοσαύτην ἔχει τάξιω οὐδὲ τοιαύτην. ἔσται δʼ ἡμν δῆλον τοῦθʼ οὕτως ἔχον, ὅταν ἐν αὐτῇ γενώμεθα τῇ πραγματείᾳ. νῦν δὲ τὰ λοιπὰ τῶν μερῶν λεκτέον. Ἀποδειχθέντων γὰρ τῶν ἀσυνθέτων διαστημάτων ὃρ τρόπον πρὸς ἄλληλα σντίθεται