Ancient Greek · ~5 min
Book 2
Aristoxenus, Elementa Harmonica 2.34
Not analysed yet
μέσων κινουμένων· καὶ πάλιυ ὅταν μένοντος τοῦ μεγέθους τόδε μὲν καλῶμεν ὑπάτην καὶ μέσην, τόδε δὲ παραμέσην καὶ νήτην, μένοντος τοῦ μεγέθους συμβαίνει κινσεῖσθαι τὰς τῶν |φθόγγων δυνάμεις· καὶ πάλιν ὅταν τοῦ αὐτοῦ μεγέθους πλείω σχήματα γίγνηται, καθάπερ τοῦ τε διὰ τεσσάρων καὶ διὰ πέντε καὶ ἑτέρων· ὡσαύτως δὲ καὶ ὅταν τοῦ αὐτοῦ διαστήματος ποῦ μὲν τιθεμένου μεταβολὴ γίγνηται, ποῦ δὲ μή. Πάλιν ἐν τοῖς περὶ τοὺς ῥυθμοὺς πολλὰ τοιαῦθʼ ὁρῶμεν γιγνόμενα· καὶ γὰρ μένοντος τοῦ λόγου καθʼ ὃν διώρισται τὰ γένη τὰ μεγέθη κινσεῖ| ται τῶν ποδῶν διὰ τὴν τῆς ἀγωγῆς δύναμιν, καὶ τῶν μεγεθῶν μενόντων ἀνόμοιοι γίγνονται οἱ πόδες· καὶ τὸ αὐτὸ μέγεθος πόδα τε δύναται καὶ συζυγίαν· δῆλον δʼ ὅτι καὶ αἱ διαφοραὶ αἱ τῶν διωαιρέσε|ών τε καὶ σχημάτων περὶ μένον τι μέγεθος γίγνονται. καθόλου δʼ εἰπεῖν ἡ μὲν ῥυθμοποιΐα πολλὰς καὶ παντοδαπὰς κινήσεις κινεῖται, οἱ δὲ πόδες οἷς σημαινόμεθα τοὺς ῥυθμοὺς ἁπλᾶς τε καὶ τὰς αὐτὰς ἀεί, Τοιωαύτην δʼ ἐχούσης φύσιν τῆς μουσικῆς ἀναγκαῖον καὶ ἐν τοῖς περὶ τὸ ἡρμοσμένον συνεθισθῆναι τήν τε διάνοιωαν καὶ τὴν αἴσθησιν καλῶς κρίνειν τό τε μένον καὶ τὸ κι| νούμενον. Ἁπλῶς μὲυ οὖυ εἰπεῖν τοιαύτη τίς ἐστιν ἡ ἄρμονικὴ κληθεῖσα ἐπιστήμη οἵαν διεληλύθαμεν· συμβέβηκε δʼ αὐτὴν διmιρεῖσθαι εἰς ἑπτὰ μέρη. ||