Ancient Greek · ~5 min
Book 2
Aristoxenus, Elementa Harmonica 2.35
Not analysed yet
Ὧν ἐστὶν ὲν μὲν καὶ πρῶτον τὸ διορίσαι τὰ γένη καὶ ποιύήσαι φανερόν, τίνων ποτὲ μενόντωυ καὶ τίνων κινουμένων αἱ διαφοραὶ αὗται γίγνονται. Τοῦ| το γὰρ οὐδεὶς πώποτε διωώρισε τρόπον τινὰ εἰκότως· οὐ γὰρ ἐπραγματεύοντο περὶ τῶν δύο γενῶν, ἀλλὰ περὶ αὐτῆς τῆς ἁρμονίας· οὐ μὴν ἀλλʼ οἵ γε διατρίβοντες περὶ τὰ ὄργανα διήσθάνοντο μὲν ἑκάστου τῶν γενῶν, αὐτὸ δὲ τὸ πότε ἄρχεται ἐξ ἁρμονίας χρῦμά τι γίγνεσθαι, οὐδεὶς οὐδʼ ἐπέβλεψε πώποτʼ αὐτῶν. οὔτε γὰρ κατὰ πᾶσαν χρόαν ἑκάστου τῶν γενῶν διησθάνοντο διὰ τὸ μήτε πάσης μελοποιΐας ἔμπειροι εἶναι μήτε συνειθίσθαι περὶ τὰς τοιαύτας διαφορὰς ἀκριβολογεῖσθαι· οὔτʼ αὐτό πως τοῦτο κατέμαθον ὅτι τόποι τινὲς ἦσαν τῶν κινουμένων φθόγγων ἐν ταῖς τῶν γενῶν διαφοραῖς. Διʼ ἃς μὲν οὖν αἰτίας οὐκ ἢν διωρισμένα τὰ γένη πρότερον, σχεδόν εἰσιν αἱ εἰρημέναι· ὅτι δὲ διοριστέον εἰ μέλλομεν ἀκολουθεῖν ταῖς γγνομέναις ἐν τοῖς μέλεσι δια| φοραῖς, φανερόν. Πρῶτον μὲν οὖν τῶν μερῶν ἐστὶ τὸ εἰρημένον· δεύτερον δὲ τὸ περὶ διαστημάτων εἰπεῖν, μηδεμίαν τῶν ὑπαρχουσῶν αὐτοῖς διααφορῶν εἰς δύναμιν παραλιμ |πάνοντας. Σχεδὸν δέ, ὡς πλῶς εἰπεῖν, αἱ πλείους αὐτῶν εἰσὶν ἀθεώρητο. οὐ δὲ δʼ ἀγνοεῖν, ὅτι καθʼ ἣν ἂν γενώμεθα τῶν ἐκλιμπανουσύῶν τε καὶ ἀθεωρήτων διαφορῶν, κατὰ ταύτην ἀγνοήσομεν τὰς ἐν τοῖς μελῳδουνένοις διωαφοράς.