Ancient Greek · ~3 min
Book 2
Aristoxenus, Elementa Harmonica 2.48b
Not analysed yet
ἔπειτα πειρώμενοι παρατηρεῖν τό τʼ ἴσον καὶ τὸ ἄνισον ἀποβαλοῦμεν τὴν τοῦ ὁμοίου τε καὶ ἀνομοίου διάγνωσιν, ὥστε μηδὲ πυκνὸν καλεν ἔξω ἑνὸς μεγέθους, δῆλον δʼ ὅτι μηδʼ ἁρμονίαν μηδὲ χρῶμα, τόπῳ γάρ τινι καὶ ταῦτα διώρισται. Δῇῆλον δʼ ὅτι οὐδὲν τούτων ἐστὶ πρὸς τὴν τῆς αἰσθήσεως φαντασίασ· ἐκείνη μὲν γὰρ εἴς ὁμοιότητα ἑνός τινος εδους βλέπουσα τό τε χρύώμα λέγει καὶ τὴν ἁρμονίαν ἀλλʼ οὐκ εἰς ἑνός τινος διαστήματος μέγεθος, λέγω δὲ πυκνοῦ μὲν εἶδος τιθεῖσα ἕως ἂν τὰ δύο διαστήματα τοῦ ἑνὸς ἐλάττω τόπον κατέχῃ—ἐμφαίνεται γὰρ ἐν πᾶσι τοῖς |πυκνοῖς πυκνοῦ τινὸς φωνὴ καίπερ ἀνίσων αὐτῶν ὄντων —χρώματος δὲ εἶδος ἕως ἂν τὸ χρωματικὸν ἤθος ἐμφαίνηται. ἰδίαν γὰρ δὴ κίνησιν ἕκαστον τῶν γενῶν κινεῖται πρὸς τὴν αἴσθησιω οὐ μιᾷ χρώμενον τετραχόρδο διαιρέσει ἀλλὰ