Ancient Greek · ~3 min
Book 2
Aristoxenus, Elementa Harmonica 2.49b
Not analysed yet
πολλαῖς. ὥστʼ εἶναι φανερόν, ὅτι κινουμένων τῶν μεγεθῶν συμβαίνει μένειν τὸ γένος, οὐ γὰρ ὁμοίως κινεῖται τῶν με| γεθῶν κινουμένων μέχρι τινός, ἀλλὰ διαμένει· τούτου δὲ μένοντος εἰκὸς καὶ τὰς τῶν φθόγγων δυνάμεις διαμένειν. τὸ γὰρ εἶδος τοῦ τετραχόρδου ταῦ τό, δʼ ὅπερ καὶ τοὺς τῶν διαστημάτων ὅρους ἀναγκαῖον εἰπεῖν τοὺς αὐτούς, Καθόλου δʼ εἰπεῖν, ἕως ἂν μένῃ τὰ τῶν περιεχόντων ὀνόματα καὶ λέγηται αὐτῶν ἡ μὲν ὀξυτέρα μέση ὑπάτη δʼ ἡ βαρυτέρα, διαμενεῖ καὶ τὰ τῶν περιεχομένων ὀνόματα καὶ ῥηθήσεται αὐτῶν ἢ μὲν ὀξυτέρα λιwχανὸς ἢ δὲ βαρυτέρα παρυπάτη, ἀεὶ γὰρ τοὺς μεταξὺ μέσης τε καὶ ὑπάτης λιχανόν τε καὶ παρυπάτην αἴσθῃ ἡ σις τίθησιν. Τὸ δʼ ἀξιοῦν ἢ τὰ ἴσα διαστήματα τοῖς αὐτοῖς ὀνόμασιν· ὁρίζεσθαι ἢ τὰ ἄνισα ἑτέροις μάχεσθαι τοῖς φαινομένοις ἐστί· τὸ γὰρ ὑπάτης καὶ παρυπάτης τῷ παρυπάτης