Ancient Greek · ~5 min
Book 2
Aristoxenus, Elementa Harmonica 2.53
Not analysed yet
Ἁπλῶς μὲν οὖν εἰπεῖν κατὰ τὴν τοῦ μέλους φύσιν ζητητέον τὸ ἑξῆς καὶ οὐχ ὡς οἱ εἰς τὴν καταπύκνω|σιν βλέποντες εἰώθασιν ἀποδιδόναι τὸ συνεχές. ἐκεῖνοι μὲν γὰρ ὀλιγωρεῖν φαίνονται τῆς τοῦ μέλους ἀγωγῆς· φανερὸν δʼ ἐκ τοῦ πλήθους τῶν ἑξῆς τιθεμένων διέσεων, μέχρι γὰρ τριῶν ῇ φωνὴ δύναται συνείρειν· ὥστʼ εἶναι φανερὸν ὅτι τὸ ἑξῆς οὔτʼ ἐν τοῖς ἐλαχίστοις οὔτʼ ἐν τοῖς ἀνίσοις οὔτʼ ἐν τοῖς ἴσοις ἀεὶ ξητητέον δωαστήμασιν, ἀλλʼ ἀκόλου| θητέον τῇ φύσει. Τὸν μὲν οὖν ἀκριβῇ λόγον τοῦ ἑξῆς οὔπω ῥάδιον ἀποδοῦναι, ἕως ἂν αἱ συνθέσεις τῶν διαστημάτων ἀποδοθῶσιν· ὅτι δʼ ἔστι τι ἑξῆς καὶ τῷ παντελῶς ἀπείρῳ φανερὸν γένοιτʼ ἂν |διὰ τοιᾶσδέ τινος ἐπαγωγῆς. Πιθανὸν γὰρ τὸ μηδὲν εἶναι διάστημα ὃ μελῳδοῦντες εἰς ἄπειρα τέμνομεν, ἀλλʼ εἶναί τινα μέγιστον ἀριθμὸν εἰς ὃν διαιρεῖται τῶν διαστημάτων ἕκαστον ὑπὸ τῆς μελῳδίας. Εἰ δὲ τοῦτό φαμεν ἤτοι πιθανὸν ἢ καὶ ἀναγκαῖον εἶναι, δῆλον ὅτι οἱ τοῦ προερημένου ἀριθμοῦ μέρη περινέχοντες φθόγγοι ἑξῆς ἀλλήλων ἔχονται. δοκοῦσι δʼ εἶναι τοιούτων τῶν φθόγγων καὶ οτοι οἷς τυγχάνομεν ἐκ παλαιοῦ χρώμενοι οἴον ἡ νήτη καὶ ἡ παρανήτη καὶ οἱ τούτοις συνεχεῖς. Ἐχόμενον δʼ ἂν εἴη τὸ ἀφορίσαι τὸ πρῶτον καὶ ἀναγκαιότατον