Ancient Greek · ~5 min
Book 2
Aristoxenus, Elementa Harmonica 2.54
Not analysed yet
τῶν συντεινόν ||των πρὸς τὰς ἐμμελεῖς συνθέσεις τῶν διαστημάτων. Ἐν παντὶ δὲ γένει ἀπὸ παντὸς φθόγγου διὰ τῶν ἑξῆς τὸ μέλος ἀγόμενον καὶ ἐπὶ τὸ βαρὺ καὶ ἐπὶ τὸ |ὀξὺ ἢ τὸν τέταρτον τῶν ἑξῆς διὰ τεσσάρων ἢ τὸν πέμπτον διὰ πέντε σύμφωνον λαμβανέτω, ᾧ δʼ ἂν μηδέτερα τούτων συμβαίνῃ, ἐκμελὴς ἔστω οὕτος πρὸς ἅπαντας οἷς συμβέβηκεν ἀσυμφώνῳ εἶναι κατὰ τοὺς εἰρημένους ἀριθμούς. Οὐ δεῖ δʼ ἀγνοεῖν, ὅτι οὐκ ἔστιν αὔταρκες τὸ εἰρημένον πρὸς τὸ ἐμμελῶς συγκεῖσθαι τὰ συστήματα ἐκ τῶν διαστηάτων· οὐδὲν γὰρ κωλύει συμφω| νούντων τῶν φθόγγων κατὰ τοὺς ερημένους ἀριθμοὺς ἐκμελῶς τὰ συστήματα συνεστάναι, ἀλλὰ τοώτου μὴ ὑπάρχοντος οὐδὲν ἔτι γίγνεται τῶν λοιπῶν ὄφελος. θετέον οὖν τοῦτο πρῶτον εἰς ἀρχῆς τάξιν οὗ μὴ ὑπάρχοντος ἀναιρεῖται τὸ ἡρμοσμένον. Ὅμοιων δʼ ἐστὶ τούτῳ τρόπον τινὰ καὶ ⟨τὸ⟩ τὸ περὶ τὰς τῶν τετραχόρδων πρὸς ἄλληλα θέσεις· δεῖ γὰρ τοῖς τοῦ αὐτοῦ συστήματος τετραχόρδοις ἐσομένοις δυοῖν θάτερον ὑπάρχειν, ἢ γὰρ συμφωνεῖν πρὸς ἄλληλα, ὥσθʼ ἕκαστον ἑκάστῳ σύμφωνον εἶναι καθʼ ἢν δήποτε τῶν συμφωνιῶν, ἢ πρὸς τὸ αὐτὸ συμφωνεν μὴ ἐπὶ τὸν αὐτὸν τόπον συνεχῇ ὄντα ὦ συμφωνεῖ ἑκάτερον αὐτῶν. Ἒστι δʼ οὐδὲ τοῦτο αὔταρκες πρὸς τὸ εἶναι τοῦ αὐτοῦ συστήματος τὰ τετράχορδα, προσδεῶται γάρ τινων καὶ ἑτέρων περὶ ὧν ἐν τοῖς ἔπειτα ῥη ||θήσεται, ἀλλʼ ἄνεν γε