Ancient Greek
Περὶ τοῦ ἠθικοῦ εἴδους τῆς φιλοσοφίας.
Arius Didymus, Liber de philosophorum sectis (epitome ap. Stobaeum) 30
Not analysed yet
Τὴν δ’ εὐδαιμονίαν ἐκ τῶν καλῶν γίγνεσθαι καὶ προηγουμένων πράξεων· δι’ ὃ καὶ δι’ ὅλων εἶναι καλήν, καθάπερ καὶ τὴν ἐν τοῖς αὐλοῖς ἐνέργειαν δι’ ὅλων ἔντεχνον. Οὐ γὰρ ἐκβιβάζειν τὴν παράληψιν τῶν ὑλικῶν τῆς εἰλικρινείας τοῦ καλοῦ τὴν εὐδαιμονίαν, ὡς οὐδὲ τὴν τῆς ἰατριυκῆς ἔντεχνον δι’ ὅλων ἐνέργειαν τὴν τῶν ὀργάνων χρῆσιν. Πᾶσαν μὲν γὰρ πρᾶξιν ἐνέργειαν εἶναί τινα ψυχῆς. Ἐπεὶ δ’ ὁ πράττων συγχρῆταί τισι πρὸς τὴν τελειότητα τῆς προθέσεως, μέρη ταῦτα οὐ χρὴ νομίζειν τῆς ἐνεργείας, καίτοι γε ἐπιζητούσης ἑκατέρας τῶν εἰρημένων τὸ τοιοῦτον, οὐ μὴν ὡς μέρος, ὡς δὲ ποιτητικὸν τῆς τέχνης. Τὰ γὰρ ὧν ἄνευ πράττειν ὁτιοῦν ἀδύνατον, μέρη τῆς ἐνεργείας λέγειν οὐκ ὀρθόν. Τὸ μὲν γὰρ μέρος ἐπινοεῖσθαι κατὰ τὸ συμπληρωτικὸν εἶναι τοῦ ὅλου, τὰ δ’ ὧν οὐκ ἄνευ, κατὰ τὸ ποιητικόν, τῷ φέρειν καὶ συνεργεῖν εἰς τὸ τέλος.