Ancient Greek
Περὶ τοῦ ἠθικοῦ εἴδους τῆς φιλοσοφίας.
Arius Didymus, Liber de philosophorum sectis (epitome ap. Stobaeum) 37.1
Not analysed yet
Τούτων δὲ δὴ διωρισμίνων, ἐπελθεῖν ἀκριβέστερον ἀναγκαῖον τὰ περὶ τῆς ἡθικῆς ἀρετῆς λεγόμενα. Ταύτην γὰρ ὑπολαμβάνουσι περὶ τὸ ἄλογον μέρος γίγνεσθαι τῆς ψυχῆς, ἐπειδὴ διμερῆ πρὸς τὴν παροῦσαν θεωρίαν ὑπέθεντο τὴν ψυχήν, τὸ μὲν λογικόν, τὸ δ’ ἄλογον. Καὶ περὶ μὲν τὸ λογικὸν τὴν καλοκαγαθίαν γίγνεσθαι, καὶ τὴν φρόνησιν, καὶ τὴν ἀγχίνοιαν, καὶ σοφίαν, καὶ εὐμάθειαν, καὶ μνήμην, καὶ τὰς ὁμοίας· περὶ δὲ τὸ ἄλογον, σωφροσύνην, καὶ δικαιοσύνην, καὶ ἀνδρείαν, καὶ τὰς ἄλλας τὰς ἠθικὰς καλουμένας ἀρετάς. Ταύτας δή φασιν ὑπ’ ἐνδείας καὶ ὑπερβολῆς φθείρεσθαι. Πρὸς δὲ τὴν ἔνδειξιν τούτου, τοῖς ἐκ τῶν αἰσθήσεων μαρτυρίοις χρῶνται, βουλόμενοι τῶν ἀφανῶν τὴν ἐκ τῶν φανερῶν παρέχεσθαι πίστιν. Αὐτίκα γὰρ ὑπὸ τῶν γυμνασίων, πλειόνων τε γενομένων ἢ ἐλαττόνων, φθείρεσθαι τὴν ἰσχύν· καὶ ἐπὶ τῶν ποτῶν καὶ σιτίων ὡσαύτως· πλειόνων γὰρ προσφερομένων ἢ ἐλαττόνων φθείρεσθαι τὴν ὑγίειαν, συμμέτρων δὲ τῶν εἰρημένων ὄντων, σώζεσθαι τήν τε ἰσχὺν καὶ τὴν ὑγίειαν· παραπλησίως οὖν ἔχειν καὶ ἐπὶ τῆς συφροσύνης, καὶ ἀνδρείας, καὶ τῶν ἄλλων ἀρετῶν. Τὸν μὲν γὰρ τοιοῦτον ὄντα τὴν φύσιν, ὥστε μηδὲ τὸν κεραυνὸν φοβεῖσθαι, μαινόμενον, ἀλλ’ οὐκ ἀνδρεῖον εἶναι· τὸν δ’ ἔμπαλιν πάντα φοβούμενον, ὥστε καὶ τὴν σκιάν, ἀγεννῆ καὶ δειλόν· ἀνδρεῖον δ’ ὁμολογουμένως, τὸν μήτε πάντα μήτε μηδὲν φοβούμενον. Ταῦτ’ ἄρα καὶ αὔξειν καὶ φθείρειν τὴν ἀρετήν, ὥστε τοὺς μὲν μετρίους φόβους αὔξειν τὴν ἀνδρείαν, τοὺς δὲ μείζονας ἢ ἐλάττονας φθείρειν. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν, τὰς μὲν οὔσας γὰρ κατὰ πάντα ὑπερβολὰς καὶ ἐλλείψεις φθείρειν φασίν· τὰς δὲ μετριότητας αὔξειν. Οὐ μόνον δὲ τούτοις ἀφορίζεσθαι τὴν ἀρετήν, ἀλλὰ καὶ ἡδονῇ καὶ λύπῃ. Διὰ γὰρ τὴν ἡδονὴν τὰ φαῦλα πράττειν ἡμᾶς, διὰ δὲ τὴν λύπην ἀπέχεσθαι τῶν καλῶν · οὐκ εἶναι δὲ λαβεῖν οὔτ’ ἀρετὴν οὔτε κακίαν ἄνευ λύπης καὶ ἡδοτῆς. Τὴν οὖν ἀρετὴν περὶ ἡδονὰς καὶ λύπας ὑπάρχειν. Πρὸς δὲ τὸ σαφῶς δηλῶσαι τὰ περὶ τούτων, ἀναγκαῖον ἡγοῦντο τὰ περὶ ψυχὴν γιγνόμενα προσλαβεῖν τῷ λόγῳ· ταῦτα δή φασιν ὑπάρχειν ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων, πάθη, δυνάμεις, ἕξεις. Πάθη δ’ εἶναι ὀργήν, φόβον, μῖσος, πόθον, ζῆλον, ἔλεον, τὰ παραπλήσια τούτοις, οἷς καὶ παρακολουθεῖν ἡδονὴν καὶ λύπην· δυνάμεις δέ, καθ’ ἃς παθητικοὶ τούτων εἶναι λεγόμεθα, οἷον καθ’ ἃς ὀργιζόμεθα, φοβούμεθα, ζηλοῦμεν, τῶν τοιούτων ὁτιοῦν πεπόνθαμεν· ἕξεις δέ, καθ’ ἃς πρὸς ταῦτά πως ἔχομεν, καὶ ἀφ’ ὧν ἡ τούτων ἐνέργεια εὖ ἢ καλῶς ἀποτελεῑται. Δι’ ὅ, εἰ μὲν οὕτως τις ὀργίζοιτο ῥᾳδίως, ὥστε ἐπὶ παντί, καὶ πάντως, τὴν ἕξιν ἂν ἔχων φανείη τὴν τῆς ὀργιλότητος· εἰ δὲ οὕτως, ὥστε μηθέν, μηδὲ ἐφ’ ὁτῳοῦν, τὴν τῆς ῥᾳθυμίας· ἀμφοτέρας δ’ εἶναι ψεκτάς, ἐπαινουμένην δὲ ἕξιν ὑπάρχειν τὴν πραότητα, καθ’ ἣν ὅτε δεῖ’, καὶ ὡς δεῖ, καὶ ᾧ δεῖ, ὀργζόμεθα. Διόπερ ἕξεις εἶναι τὰς ἀρετάς, ἀφ’ ὧν τὰς ἐν τοῖς πάθεσιν ἐνεργείας ἐπαινεῖσθαι συμβέβηκεν. Ἐπεὶ οὖν ἡ ἀρετὴ τῶν πρακτικῶν, πᾶσαν δὲ πρᾶξιν ἐν συνεχείᾳ θεωρεῖσθαι συμβέβηκε, παντὸς δὲ συνεχοῦς ὥσπερ ἐν τοῖς μεγέθεσιν εἶναί τινα ὑπερβολὴν καὶ ἔλλειψιν καὶ μεσότητα, καὶ ταῦτα ἢ πρὸς ἄλληλα ὑπάρχειν ἢ πρὸς ἡμᾶς, ἐν πᾶσι δὲ τὸ μέσον τὸ πρὸς ἡμᾶς βέλτιστον, τοῦτο γάρ ἐστιν ὅπερ ἡ ἐπιστήμη κελεύει καὶ ὁ λόγος (τὸ γὰρ μέσον οὐ τὸν τοῦ ποσοῦ τόπον ὁρίζειν, ἀλλὰ τὸν ποιοῦ, δι’ ὃ καὶ τέλειον εἶναι τῷ οὕτω καὶ ἄκρως ἔχειν· τὰ δ’ ἐναντία πως καὶ ἀλλήλοις ἀντικεῖσθαι καὶ τῷ μέσῳ· ἐναντία δ’ εἶναι τήν τ’ ἔλλειψιν καὶ τὴν ὑπερβολήν, τὸ δὲ μέσον πρὸς ἑκάτερον ἔχειν, ὅπερ τὸ ἴσον πρὸς τὸ ἄνισον πέπονθε, τοῦ μὲν ἐλάττονος πλεῖον ὄν, τοῦ δὲ πλείονος ἔλαττον). Τὸ οὖν πρὸς ἡμᾶς μέσον ἄριστον, οἷόν φησιν ὁ Θεόφραστος ἐν τοῖς περὶ Εὐτυχίας, ὁδὶ μὲν πολλὰ διελθὼν καὶ μακρῶς ἀδολεσχήσας, ὁδὶ δ’ ὀλίγα μὲν οὐδὲ τἀναγκαῖα, οὗτος δὲ αὐτὰ ἃ ἔδει, μηδὲ τὸν καιρὸν λαβών. Αὕτη μεσότης πρὸς ἡμᾶς, αὕτη γὰρ ὑφ’ ἡμῶν ὥρισται τῷ λόγῳ. Δι’ ὅ ἐστιν ἡ ἀρετὴ ἕξις προαιρετική, ἐν μεσότητι οὖσα τῇ πρὸς ἡμᾶς, ὡρισμένη λόγῳ, καὶ ὡς ἂν ὁ φρόνιμος ὁρίσειεν. Εἶτα παραθέμενος τινὰς συζυγίας, ἀκολούθως τῷ ὑφηγητῇ, σκοπεῖν ἔπειτα καθ’ ἕκαστα ἐπάγων ἐπειράθη τὸν τρόπον τοῦτον. Ἐλήφθησαν δὲ παραδειγμάτων χάριν αἵδε· σωφροσύνη, ἀκολασία, ἀναισθησία· πραότης, ὀργιλότης, ἀναλγησία· ἀνδρεία, θρασύτης, δειλία· δικαιοσύνη, ἐλευθεριότης, ἀσωτία, ἀνελευθερία· μεγαλοψυχία, μικροψυχία, χαυνότης· μεγαλοπρέπεια, μικροπρέπεια, σαλακωνία. Τούτων δὴ τῶν ἕξεων αἱ μὲν τῷ ὑπερβάλλειν ἢ ἐλλείπειν περὶ πάθη φαῦλαί εἰσιν, αἱ δὲ σπουδαῖαι, τῷ μεσότητες εἶναι δηλονότι. Σώφρονά τε γὰρ εἶναι, οὔτε τὸν καθάπαξ ἀνεπιθύμητον, οὔτε τὸν ἐπιθυμητικόν· (τὸν μὲν γὰρ λίθου δίκην μηδὲ τῶν κατὰ φύσιν ὀρέγεσθαι, τὸν δὲ τῷ ὑπερβάλλειν ταῖς ἐπιθυμίαις ἀκόλαστον εἶναι· τὸν δὲ μέσον τούτων ὃ δεῑ, καὶ ὁπότε, καὶ ὁπόσον ἐπιθυμοῦντα, καὶ τῷ λόγῳ κατὰ τὸ προσῆκον ὁρίζοντα καθάπερ κανόνι, σώφρονα λέγεσθαί τε καὶ κατὰ φύσιν εἶναι·) πρᾶόν τε, οὔτε τὸν ἐπὶ παντὶ ὀργιζόμενον κἂν μικρότατον ᾖ, οὔτε τὸν ἐπὶ μηδενὶ ὀργιζόμενον, ἀλλὰ τὸν τὴν μέσην ἔχοντα ἕξιν· ἀνδρεῖόν τε, οὔτε τὸν μηδὲν φοβούμενον, κἂν ᾖ θεὸς ὁ ἐπιών, οὔτε τὸν πάντα, καὶ τὸ δὴ λεγόμενον τὴν σκιάν· δίκαιον δέ, οὔτε τὸν τὸ πλεῖον ἑαυτῷ νέμοντα, οὔτε τὸν τὸ ἔλαττον, ἀλλὰ τὸν τὸ ἴσον· τὸ δ’ ἴσον τὸ κατὰ τὸ ἀνάλογον, οὐ κατ’ ἀριθμόν· ἐλευθέριόν τε, οὔτε τὸν προετικὸν ὅπως ἔτυχεν, οὔτε τὸν μηδὲν δαπανῶντα, ἀλλὰ τὸν μηδὲν ἀπροαιρέτως· μεγαλόψυχόν τε, οὔτε τὸν μεγάλων πάντων ἀξιοῦντα ἑαυτόν, οὔτε τὸν μηδενὸς ὅμως, ἀλλὰ τὸν τὸ δέον ἀφ’ ἑκάστου λαμβάνοντα, καὶ εἰς τὸ κατ’ ἀξίαν· μεγαλοπρεπῆ τε, οὔτε τὸν πάντοτε καὶ ἔνθα μὴ δεῖ λαμπρόν, οὔτε τὸν μηδαμοῦ, ἀλλὰ τὸν κατὰ καιρὸν ἁρμόττοντα εἰς ἕκαστον. Τοιοῦτο μὲν τὸ τῶν ἠθικῶν ἀρετῶν εἶδος παθητικόν, καὶ κατὰ μεσότητα θεωρούμενον, ὃ δὴ καὶ ἀντακολουθίαν ἔχει, πλὴν οὐχ ὁμοίως, ἀλλ’ ἡ μὲν φρόνησις ταῖς ἠθικαῖς κατὰ τὸ ἴδιον, αὗται δ’ ἐκείνῃ κατὰ συμβεβηκός. Ὅτι μὲν γὰρ δίκαιός ἐστι καὶ φρόνιμος, ὁ γὰρ τοιόσδε αὐτὸν λόγος εἰδοποιεῖ, οὐ μὴν ὅτι φρόνιμος καὶ δίκαιος κατὰ τὸ ἴδιον, ἀλλ’ ὅτι τῶν καλῶν κἀγαθῶν κοινῶς πρακτικός, φαύλου δ’ οὐδενός.