Ancient Greek
Περὶ τοῦ ἠθικοῦ εἴδους τῆς φιλοσοφίας.
Arius Didymus, Liber de philosophorum sectis (epitome ap. Stobaeum) 36
Not analysed yet
Ἔτι τῶν ἀγαθῶν τὰ μὲν εἶναι διαυθαίρετα μόνον, ὡς ἡδονὴν καὶ ἀοχλησίαν· τὰ δὲ ποιητικὰ μόνον, ὡς πλοῦτον· τὰ δὲ ποιητικὰ καὶ διαυθαίρετα, ὡς ἀρετήν, φίλους, ὑγίειαν. Καὶ ἄλλως δὲ πολλαχῶς διαιρεῖσθαι τἀγαθά, διὰ τὸ μὴ ἓν εἶναι γένος αὐτῶν, ἀλλὰ κατὰ τὰς δέκα λέγεσθαι κατηγορίας· ἐν ὁμωνυμίᾳ γὰρ ἐκφέρεσθαι τἀγαθόν, τά τε τοιαῦτα πάντα ὄνομα κοινὸν ἔχειν μόνον, τὸν δὲ τοῦ κοινοῦ ὀνόματος λόγον ἕτερον.