Ancient Greek
Περὶ τοῦ ἠθικοῦ εἴδους τῆς φιλοσοφίας.
Arius Didymus, Liber de philosophorum sectis (epitome ap. Stobaeum) 39
Not analysed yet
Τῆς φιλίας δ’ εἶναι διαφορὰς τέσσαρας, ἑταιρικήν, συγγενικήν, ξενικήν, ἐρωτικήν· εἰ δὲ καὶ εὐεργετικὴν καὶ θαυμαστικὴν συγκαταριθμητέον, λόγου δεῖ. Ἀρχὴν δὲ τῆς μὲν ἑταιρικῆς εἶναι τὴν συνήθειαν, τῆς δὲ συγγενικῆς, τὴν φύσιν, τῆς δὲ ξενικῆς τὴν χρείαν, τῆς δὲ ἐρωτικῆς τὸ πάθος, τῆς δὲ εὐεργετικῆς τὴν χάριν, τῆς δὲ θαυμαστικῆς τὴν δύναμιν. Πασῶν δὲ συλλήβδην εἶναι τέλη τρία, τὸ καλόν, τὸ συμφέρον, τὸ ἡδύ. Πάντα γὰρ τὸν ὁπωσοῦν πρὸς φιλίαν ἰόντα, διά τι τούτων ἢ διὰ πάντα τὴν φιλίαν αἱρεῑσθαι. Πρώτην μὲν οὖν, ὡς προέφην, εἶναι τὴν πρὸς ἑαυτὸν φιλίαν, δευτέραν δέ, τὴν πρὸς τοὺς γειναμένους· ἐφεξῆς δέ, τὰς πρὸς τοὺς ἄλλους οἰκείους καὶ ὀθνείους· δι’ ὃ καὶ ἐν μὲν τῇ πρὸς ἑαυτὸν εὐλαβεῖσθαι δεῖ τὴν ὑπερβολήν, ἐν δὲ ταῑς πρὸς τοὺς ἄλλους, τὴν ἔλλειψιν· τὸ μὲν γὰρ φιλαυτίας, τὸ δὲ φειδωλίας ἔχει διαβολήν.