Ancient Greek
475.2
Arius Didymus, Physica (Fragmenta) 475.2
Unproofread scanNot analysed yet
Ἀριστοτέλης. Φαντασίαν δ᾽ εἶναι πάθος τι καὶ κίνησιν τῆς κατ᾽ ἐνέρ-γειαν αἰσθήσεως, ὀνομάσθαι δ᾽ ἀπὸ μιᾶς τῶν αἰσθήσεων, τῆς ὁράσεως· τὸ (γάρ) φαίνεσθαι παρὰ τὸ φῶς ἔχειν τὴν ἐπίρρησιν· τοῦτο δ᾽ οἰκεῖον εἶναι τῆς ὄψεως. διατείνειν δὲ (εἰς) πάσας τὰς αἰσθήσεις καὶ τὰς διανοητικὰς κινήσεις, καὶ γὰρ ταύτας ὁμωνύμως λέγεσθαι φαντασίας. κριτήρια δ᾽ εἶναι τῆς τούτων γνώσεως τὸν τε νοῦν καὶ τὴν αἰσθήσιν, τὸν μὲν τῶν νοητῶν, τὴν δὲ τῶν αἰσθητῶν. οὔτε γὰρ τὸ καθόλου δύναιτ᾽ ἂν αἴσθησις ἐπιχρίνειν οὔτε τὸ καθ᾽ ἕκαστον νοῦς, πάντα δ᾽ ἐκ τούτων συνειστανάι καὶ διὰ τούτων.