Ancient Greek
482.2
Arius Didymus, Physica (Fragmenta) 482.2
Unproofread scanNot analysed yet
Τὸ δὲ μὴ εἶναι ταὐτὸ τὸ τε κατὰ τὸ ἴδιον ποιὸν καὶ τὸ κατὰ τὴν οὐσίαν, δῆλον εἶναι φησιν ὁ Μνησίarchos· ἀναγκαῖον γὰρ τοῖς αὐτοῖς ταῦτα συμβεβηκέναι. εἰ γὰρ τις πλάσας ἵππον λόγου χάριν συνθλάσειεν, ἔπειτα κύνα ποιήσειεν, εὐλόγως ἂν ἡμᾶς ἰδόντας εἰπεῖν, ὅτι τοῦτ’ οὐκ ἦν παλαι, νῦν δ’ ἐστίν· ὥσθ’ ἕτερον εἶναι τὸ ἐπὶ τοῦ ποιοῦ λεγόμενον τὸ τε [καὶ] ἐπὶ τῆς οὐσίας. καθόλου νομίζειν τοὺς αὐτοὺς ἡμᾶς εἶναι ταῖς οὐσίαις ἀπίθανον εἶναι φαίνεται· πολλάκις γὰρ συμβαίνει τὴν μὲν οὐσίαν ὑπάρχειν πρὸ τῆς γενέσεως εἰ τύχοι τῆς Σωκράτους, τὸν δὲ Σωκράτην μηδέπω ὑπάρχειν, καὶ μετὰ τὴν τοῦ Σωκράτους ἀναίρεσιν ὑπομένειν μὲν τὴν οὐσίαν, αὐτὸν δὲ μηκέτ’ εἶναι.