Ancient Greek
483.1
Arius Didymus, Physica (Fragmenta) 483.1
Unproofread scanNot analysed yet
συνεχραίνεσθαι γὰρ ἐκ τῆς κράσεως τὴν ἑκάστου τῶν συγχραθέντων ὑγρῶν ποιό-τητα οἷον οἴνου μέλιτος ὕδατος ὥσους τῶν παραπλησίων. ὅτι δ᾽ ἐπὶ τοιούτων κράσεων διαμένουσιν αἱ ποιότητες τῶν συγχραθέντων, πρόδηλον ἐκ τοῦ πολλάκις ἐξ ἐπιμηχανήσεως ἀποχωρίζεσθαι ταῦτα ἀπ᾽ ἀλλήλων. ἐὰν γοῦν σπόγγον ἠλασ-σ μένον καθ᾽ τις εἰς οἶνον ὕδατι κεχραμένον, ἀποχωρίσει τὸ ὕδωρ τοῦ οἴνου ἀνα-δραμόντος τοῦ ὕδατος εἰς τὸν σπόγγον. τὴν δὲ σύγχυσιν δύο (ἢ) καὶ πλειόνων ποιότητων περὶ τὰ σώματα μεταβολὴν εἰς ἑτέρας διαφερούσης τούτων ποιότητος γένεσιν, ὡς ἐπὶ τῆς συνθέσεως ἔχει τῶν μύρων καὶ τῶν ἰατρικῶν φαρμάκων.