Ancient Greek
484.2
Arius Didymus, Physica (Fragmenta) 484.2
Unproofread scanNot analysed yet
Ἡγεμονικὸν δὲ τοῦ κόσμου Κλεάνθει μὲν ἥρεσε τὸν ἥλιον εἶναι διὰ τὸ 7 μέγιστον τῶν ἀστρῶν ὑπάρχειν καὶ πλεῖστα συμβάλλεσθαι πρὸς τὴν τῶν ὅλων διοίκησιν, ἡμέραν καὶ ἐνιαυτὸν ποιῶντα καὶ τὰς ἄλλας ὥρας. τισὶ δὲ τῶν 8 ἀπὸ τῆς αἵρεσεως ἔδοξε γῆν τὸ ἡγεμονικὸν εἶναι τοῦ κόσμου. Χρυσίππῳ δὲ τὸν αἰθέρα τὸν καθαρώτατον καὶ εἰλικρινέστατον ἄτε πάντων εὐκινήτοτάτον ὄντα καὶ τὴν ὅλην περιάγοντα τοῦ κόσμου φοράν.