Ancient Greek
485.1
Arius Didymus, Physica (Fragmenta) 485.1
Unproofread scanNot analysed yet
τμισθέντα καὶ περιεχθῶσαι σφαιρικῶς, ἐκ δὲ τούτου τὸν αἰθέρα ἀραιότατον ὄντα καὶ εἰλικρινέστατον. τὸν μὲν οὖν κατὰ τὴν διακόσμησιν λεγόμενον κόσμον εἰς ταύτας διακεχρίσθαι τὰς φύσεις, τὸ δὲ περιφερόμενον αὐτῷ ἐγκυκλίως αἰθέρα εἶναι, ἐν ᾧ τὰ ἄστρα καθίσταται τὰ τε ἄπλανα καὶ τὰ πλανώμενα, θεῖα τὴν φύσιν ὄντα καὶ ἐμψυχα καὶ διοικούμενα κατὰ τὴν πρόνοιαν. τῶν μὲν οὖν ἀπλανῶν ἀστρῶν ἀκατάληπτον εἶναι τὸ πλῆθος, τὰ δὲ πλανώμενα ἑπτὰ τὸν ἀριθμὸν εἶναι· πάντα δὲ τὰ πλανώμενα ταπεινότερα τῶν ἀπλανῶν. τετάχθαι δὲ τὰ μὲν ἄπλανα ἐπὶ μιᾶς ἐπιφανείας, ὡς καὶ ὁρᾶται· τὰ δὲ πλανώμενα ἐπ’ ἄλλης καὶ ἄλλης σφαῖρας· περιέχεσθαι δὲ πάσας τὰς τῶν πλανωμένων ὑπὸ τῆς τῶν ἀπλανῶν σφαῖρας. τῶν δὲ πλανωμένων ὑψηλοτάτην εἶναι μετὰ τὴν (τῶν) ἀπλανῶν τὴν τοῦ Κρόνου, μετὰ δὲ ταύτην τὴν τοῦ Διός, εἶτα τὴν τοῦ Ἄρεος, ἑφετῆς δὲ τὴν τοῦ Ἑρμοῦ, καὶ μετ’ αὐτὴν τὴν τῆς Ἀφροδίτης, εἶτα τὴν τοῦ ἡλίου, ἐπὶ πᾶσι δὲ τὴν τῆς σελήνης πλησιάζουσαν τῷ ἀέρι. διὸ καὶ ἀερωδεστέραν φαίνεσθαι καὶ μάλιστα διατείνειν τὴν ἀπ’ αὐτῆς δύναμιν εἰς τὰ περίεργα. ὑπὸ δὲ τὴν σελήνην τὴν τοῦ ὑπ’ αὐτοῦ φερομένου ἀέρος, εἶτα τὴν (τοῦ) ὕδατος, τελευταίαν δὲ τὴν τῆς γῆς περὶ τὸ μέσον σημεῖον τοῦ κόσμου κειμένην, ἥ δὴ τοῦ παντὸς ἐστὶ κάτω, ἄνω δὲ τὸ ἀπ’ αὐτοῦ εἰς τὸ κύκλω πάντη.