Ancient Greek
490.4
Arius Didymus, Physica (Fragmenta) 490.4
Unproofread scanNot analysed yet
Καὶ ἐπὶ μακ’ ὀλίγα: Τὴν δὲ ψυχὴν γεννητὴν τε καὶ φθαρτὴν λέγουσιν. οὐχ εὐθὺς δὲ τοῦ σώματος ἀπαλλαγείσαν φθείρεσθαι, ἀλλ’ ἐπιμένειν τινὰς χρόνους καθ’ ἑαυτὴν· τὴν μὲν τῶν σπουδαίων μέχρι τῆς εἰς πῦρ ἀναλύσεως τῶν πάντων, τὴν δὲ τῶν ἀφρόνων πρὸς ποσοὺς τινὰς χρόνους. τὸ δὲ διαμένειν τὰς ψυχὰς οὕτως λέγουσιν, ὅτι διαμείνομεν ἡμεῖς ψυχαὶ γενομένοι τοῦ σώματος χωρισθέντες καὶ εἰς ἐλάττω μεταβαλόντες οὐσίαν τὴν τῆς ψυχῆς, τὰς δὲ τῶν ἀφρόνων καὶ ἀλόγων ζῴων ψυχὰς συναπόλλυσθαι τοῖς σώμασι.