Ancient Greek
491.1
Arius Didymus, Physica (Fragmenta) 491.1
Unproofread scanNot analysed yet
Ζήνωνος. Τὰ ἔννοιήματα φασὶ μήτε τινὰ εἶναι μήτε ποιά, ὥσᾶνελ δὲ τινὰ καὶ ὥσᾶνελ ποιὰ φαντάσματα ψυχῆς· ταῦτα δὲ ὑπὸ τῶν ἀρχαίων ἰδέας προσᾶγορεύεσθαι. τῶν γὰρ κατὰ τὰ ἔννοιήματα ὑποπιπτόντων εἶναι τὰς ἰδέας, οἷον ἀνθρώπων ἵππων, κοινώτερον εἰπεῖν πάντων τῶν ζῴων καὶ τῶν ἄλλων ὁπόσων λέδ γουσιν ἰδέας εἶναι. ταύτας δὲ οἱ Στωικοὶ φιλόσοφοι φασὶν ἀνυπάρκτους εἶναι, καὶ τῶν μὲν ἔννοημάτων μετέχειν ἡμᾶς, τῶν δὲ πτώσεων, ἃς δὴ προσῃγορίας καλοῦσι, τυγχάνειν