Ancient Greek
495.1
Arius Didymus, Physica (Fragmenta) 495.1
Unproofread scanNot analysed yet
ποιεῖ δὲ καὶ τάξιν τινὰ καὶ χρόνον ὡρισμένον τῆς τοῦ κόσμου μεταβολῆς κατὰ τινὰ εἱμαρμένην ἀνάγκην. Τῶν δὲ ἄν καὶ κινούμενον καὶ ἄπειρον λεγόντων Ἀναξιμάνδρος μὲν Πραξιάδου Μιλήσιος Θαλοῦ γενόμενος διάδοχος καὶ μαθητὴς ἀρχὴν τε καὶ στοιχεῖον εἵρῃχε τῶν ὄντων τὸ ἄπειρον, πρῶτος τοῦτο τοὔνομα κομίσας τῆς ἀρχῆς· λέγει δὲ αὐτὴν μήτε ὕδωρ μήτε ἄλλο τι τῶν καλουμένων εἶναι στοιχείων, ἀλλ᾽ ἑτέραν τινὰ φύσιν ἄπειρον, ἐξ ἧς ἅπαντας γίνεσθαι τοὺς οὐρανοὺς καὶ τοὺς ἐν αὐτοῖς κόσμους· ἐξ ὧν δὲ ἡ γένεσίς ἐστι τοῖς οὕσι, καὶ τὴν φθορὰν εἰς ταῦτα γίνεσθαι κατὰ τὸ χρεῶν, διδόναι γὰρ αὐτὰ δίκην καὶ τίσιν ἀλλήλοις τῆς ἀδικίας κατὰ τὴν τοῦ χρόνου τάξιν, ποιητικωτέροις οὕτως ὀνόμασιν αὐτὰ λέγων. δῆλον δὲ ὅτι τὴν εἰς ἄλληλα μεταβολὴν τῶν τεσσάρων στοιχείων οὗτος θεασάμενος οὐκ ἠξίωσεν ἐν τι τούτων ὑποκείμενον ποιῆσαι, ἀλλὰ τι ἄλλο παρὰ ταῦτα. οὗτος δὲ οὐκ ἀλλοιοῦμένου τοῦ στοιχείου τὴν γένεσιν ποιεῖ, ἀλλ᾽ ἀποχρινομένων τῶν ἐναντίων διὰ τῆς ἀϊδίου κινήσεως. διὸ καὶ τοῖς περὶ Ἀναξιγόραν τούτων ὁ Ἀριστοτέλης συνέταξεν. Ἀναξιμένης δὲ Εὐρυστράτου Μιλήσιος ἐταῖρος γεγονὼς Ἀναξιμάνδρου μίαν μὲν καὶ αὐτὸς τὴν ὑποκειμένην φύσιν καὶ ἄπειρόν φησιν, ὥσπερ ἐκεῖνος, οὐκ ἄοριστον δὲ ὥσπερ ἐκεῖνος, ἀλλὰ ὡρισμένην,