Ancient Greek
Section 25
Arrian, Acies Contra Alanos 25
Not analysed yet
οὕτω δὲ ταχθέντων σιγὴ ἔστω ἔστʼ ἂν πελάσωσιν ἐντὸς βέλους οἱ πολέμιοι· πελαζόντων δὲ ἤδη ὡς μέγιστον καὶ φοβερώτατον ἀλαλάζειν σύμπαντας τῷ Ἐνυαλίῳ, καὶ βέλη τε ἀπὸ μηχανῶν καὶ λίθους ἀφίεσθαι καὶ βέλη ἀπὸ τόξων, καὶ τὰς λόγχας οἱ λογχοφόροι ἀκοντιζόντων, οἵ τε ψιλοὶ καὶ οἱ θειασταί. φερέσθων δὲ καὶ λίθοι ἐς τοὺς πολεμίους ἀπὸ τοῦ συμμαχικοῦ ἐκ τῶν ὑπερδεξίων, καὶ τὸ πᾶν ἀκροβολισμὸς ἔστω πανταχόθεν ὡς ἔνι πυκνότατος ἐς τάραξίν τε τῶν ἵππων καὶ ὄλεθρον τῶν ἱππέων.