Ancient Greek · ~1 min
Section 28
Arrian, Acies Contra Alanos 28
Not analysed yet
τετάχθαι δὲ πρώτους οἵτινες καὶ πρῶτοι ἐπελάσουσιν. τοὺς δὲ ἄλλους ἡμίσεας ἕπεσθαι μὲν τοῖς ἐπελαύνουσιν, ἐν τάξει δὲ καὶ μὴ παντελεῖ τῇ διώξει χρωμένους, ὡς εἰ μὲν φυγὴ καρτερὰ κατάσχοι, ἐκδέξασθαι τὴν πρώτην δίωξιν ἀκμήτοις τοῖς ἵπποις, εἰ δέ τις ἐπιστροφὴ καταλαμβάνοι, ἐπιθέσθαι