Ancient Greek
Section 1
Arrian, Historia successorum Alexandri (fragmenta ap. Photium, Bibl. cod. 82) 1
Not analysed yet
Photius, Bibl. cod. 82,1 p. 64a, 11 (F. gr. Hist. II A, p. 461): Ἀνεγνώσθη Δεξίππου Τὰ μετὰ Ἀλέξανδρον, ἐν λόγοις τέσσαρσιν . . . ἄρχεται δὲ ἐν τοῖς μετὰ Ἀλέξανδρον ἀπ' αὐτῆς τῆς τοῦ βασιλέως τελευτῆς, καὶ διέξεισιν ὅπως εἰς τὸν ἀδελφὸν Ἀλεξάνδρου τὸν Ἀρριδαῖον, ὃς ἦν ἐκ Φιλίνης τῆς Λαρισαίας τῷ Φιλίππῳ γεγεννημένος, ἡ τῶν Μακεδόνων ἀρχὴ περιέστη, εἰς αὐτόν τε καὶ εἰς τὸν μέλλοντα Ἀλεξάνδρου παῖδα τίκτεσθαι ἐκ Ῥωξάνης (ἐν γαστρὶ γὰρ ἔχουσα καταλέλειπτο) καὶ εἰς τοὺς ἀμφὶ Περδίκκαν, οἳ κρίσει τῶν Μακεδόνων ἐπετρόπευον αὐτοῖς τὴν ἀρχήν.