Ancient Greek · ~1 min
Chapter 19
Arrian, Κυνηγετικός 19
Not analysed yet
θηρῶσιν δὲ Κελτοί, ὅσοι μὲν πλουτοῦσιν αὐτῶν καὶ τρυφῶσιν, ἕωθεν ἐκπέμποντες ἐς τὰ χωρία τὰ ὕποπτα τοὺς κατοπτεύσοντας, ὅπου τυγχάνει ἀναπαυόμενος λαγώς· καὶ ἔστιν ὁ ἀγγέλλων, εἰ τύχοι ὀφθείς, ἢ ὁπόσοι ἂν τύχωσιν, ἔπειτα ἀφικόμενοι μεθιᾶσιν τὰς κύνας, ἐξεγείραντες τὸ θηρίον, αὐτοὶ δὲ ἐφʼ ἵππων ἕπονται.