Ancient Greek
Chapter 22
Arrian, Cynegeticus 22
Not analysed yet
νεογνῷ δὲ ἐπιλύειν μὴ θέμις ἔστω, ἀλλὰ χρὴ πειθομένους τῷ ἐμῷ ὁμωνύμῳ ἀφιέναι τούτους τῇ θεῷ. ὥστε καὶ τὰς ἰχνευούσας πειρατέον ἀνακαλεῖν. κακαὶ δὲ ἀνακληθῆναι αὗται καὶ δυσπειθεῖς ὑπὸ λιμοῦ, δειναὶ δὲ καὶ καταφαγεῖν τὸν ἁλόντα· ὥστε μόλις ἂν ξύλῳ παίων ἀπαλλάξειας αὐτάς.